αὕτη ἡ πετρίνη καμάρα ἐν τῇ Μάλτῃ ἔκειτο, ἐν τῇ δευτέρᾳ νήσῳ (ἡ Μάλτα δύο νήσους ἔχει· τὴν μὲν πρώτην, μείζονα οὖσαν, οὗ ἡ πρωτεύουσα Βαλέτα κεῖται, τὴν δὲ δευτέραν, μείονα οὖσαν), Γόζῳ καλουμένῃ, καλλίστη μόρφωσις ἣν πάντες οἱ περιηγηταὶ οἵτινες εἰς τὴν Μάλταν ἀφίκοιντο ἐβούλοντο ἰδεῖν· οὐκέτι δὴ δυνατὸν ἔσται. τοῦτο τὸ θαῦμα διὰ πολλῶν ἑκατονταετιῶν ἐγίγνετο, τῶν κυμάτων συνεχῶς τὴν πέτραν κοπτουσῶν (τὸ αὐτὸ ὃ νῦν τὴν μόρφωσιν διέφθειρεν).
ὁ τῆς χώρας πρωθυπουργός, Ἰωσὴφ Μοῦσκατ, εἶπε χθὲς ὅτι, φοβούμενοι μή ποτε αὕτη ἡ καμάρα καταπέσοι, οἱ ἔμπειροι ἤδη ταύτην τὴν μόρφωσιν ἐξετέσαιεν, ἀπεκρίναντο δὲ ὅτι οὐκ ἐξέσοιτο τὸ κατάπτωμα κωλύειν, τὰ γὰρ κύματα τὴν καμάραν συνεχῶς κόπτουσιν. “ἡ δὲ περίλυπος ἡμέρα ἤδη ἀφίκετο,“ εἶπεν. κατὰ τὸν τῆς νήσου ἄρχοντα, τὸν Ἀντὸν Ῥέφαλον, οἱ νησῖται οὕτως διάκεινται ὡσεὶ μέρος τι ἑαυτῶν ἀποβάλοιεν.
οὕτω καλὸς ἦν ὁ τόπος ὥστε πολλὰ κινηματογραφικὰ ἔργα ἐκεῖ ἐποιήθησαν.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις