ἐὰν ἐρωτῶμεν ὅ τι ἔχει, τὴν ὀρθὴν ἀπόκρισιν οὐχ εὑρήσομεν, δεῖ γὰρ ἐρωτᾶν ὅ τι ὁ κατάλογος οὐκ ἔχει. τί δὲ οὐκ ἔχει; κόρας τε καὶ γυναῖκας, ἔξεστι γὰρ ἰδεῖν μόνον νεανίας τε καὶ ἄνδρας ἐν ταῖς φωτογραφίαις.
οὐ μὲν πολὺς χρόνος ἐξ οὗ ἄνδρες τινὲς ἐν μικρᾷ κώμῃ οὗ μόνον ὑπερορθόδοξοι οἰκοῦσι τοὺς τῆς ΙΚΕΑ καταλόγους ἐκ τῶν γραμματοκιβωτίων ἐκλαβόντες ἀπέρριψαν ἅτε φωτογραφίας ἔχοντας αἳ γυναῖκάς τε καὶ κόρας ἐδείκνυσαν, ἔδοξε δὲ τότε τοῖς τῆς ΙΚΕΑ ἄρχουσιν, τοῦτο τὸ τοῦ δήμου μέρος προσάγειν βουλομένοις, νέον κατάλογον ποιεῖν μόνον ἄνδρας δεικνύντα, ὃν ἤδη πάντες “τὸν kosher κατάλογον“ καλοῦσιν· τοῦ δὲ καταλόγου ἐπιφανέντος καὶ πολλῶν κοινωνιῶν αἳ ὑπὲρ τῶν τῆς γυναικὸς δικαίων μάχονται αὐτίκα ἐνισταμένων, ἡ ἐπιχείρησις εἶπεν ἀποκριναμένη ὅτι οὗτος ὁ κατάλογος μόνον διὰ τῶν δήμων οὗ ὑπερορθόδοξοι οἰκοῦσι διενεμήθη.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις