Μαρόκῳ οὗτοι μὲν οἱ νόμοι οὐ τοσοῦτο κυριεύουσιν ὡς ἐν ἄλλαις ισλαμικαῖς χώραις, ἔξεστι δὲ τοῖς τε πολίταις καὶ τοῖς τουρισταῖς ἐκεῖ οἰνόπνευμα πίνειν (καὶ εἰ μέτρίως).
ὅμως δὲ ἑορτὴν τοῦ κριθίνου ποιεῖν (ὃ οὐ μόνον ἐν τῇ Γερμανίᾳ ἀλλὰ καὶ ἐν ἄλλαις πολλαῖς χώραις γίγνεται) ἔδοξε τοῖς ἐν τέλει ἄγαν τε ποιεῖν καὶ ὑβρίζειν, οἱ δὲ ταχέως ἄγγελμα μὲν δημοσίᾳ ἤγγειλαν καθ' ὃ ταύτην τὴν ἑορτὴν ἀπαγορεύουσιν, ἐκέλευσαν δὲ τοὺς πίνακας τὴν ἑορτὴν ἀγγέλλοντας ἀφαιρεῖσθαι (ἐν τῇ φωτογραφίᾳ ἔξεστι τοιοῦτον πίνακα ἰδεῖν).
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις