Ὁ Ταρὲκ Ἀζίς
Ὁ
Ταρὲκ Ἀζίς, ὃς ἐν τῷ Ἰρᾶκ ὑπουργὸς τῶν ἐξωτερικῶν ἦν τοῦ Σαδδὰμ Οὑσσεῖν
ἄρχοντος, ἀπέθανε τήμερον ἐν ἐκείνῃ τῇ χώρᾳ ἐν τῷ δεσμωτηρίῳ. ὁ Ἀζίς,
ἤδη ἑβδομήκοντα καὶ ἐννέα ἔτη γεγονώς, ἐν τῷ δεσμωτηρίῳ ἔκειτο ἅτε
καταγνωθεὶς θάνατον τῷ 2010ῳ ἔτει. ὅμως δέ, καίπερ θάνατον καταγνωθέντα
οὐδέποτε ἀπέκτειναν, ὁ δὲ ἐκεῖ ἔκειτο πολλὰ ἔτη. Τοῦ καλουμένου
“Δευτέρου Πολέμου τοῦ Κόλπου“ ἀρξαμένου, ὁ Ταρὲκ Ἀζὶς ἔτυχεν ὑπουργὸς τῶν ἐξωτερικῶν ὤν, ἀλλὰ καὶ ταχέως ἐγένετο φερέφωνος τοῦ Σαδδᾶμ Οὑσσείν· λόγῳ μὲν ἄλλος ἄνθρωπος, ὁ Mohammed Saeed al-Sahhaf (ὃς νῦν ἐν τοῖς Ἡνωμένοις Ἀραβικοῖς Ἐμιράτοις οἰκεῖ), φερέφωνος τοῦ Σαδδᾶμ ἦν, ἔργῳ δὲ ὁ Ἀζὶς μείζονα ῥοπὴν εἶχεν ἐπὶ τοὺς ξένους δημοσιογράφους. τῷ 2003ῳ ἔτει, τοῦ πολέμου τελευτήσαντος καὶ τοῦ Σαδδᾶμ ἡττηθέντος, ὁ Ἀζίς, οὐκ ἐξὸν ἀποφυγεῖν, ἑαυτὸν τοῖς Ἀμερικανοῖς παρέδωκεν.
http://www.akwn.net/














0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις