Παῖδες οἳ ἀπὸ τῆς ἑαυτῶν οἰκίας πεφύκασιν
Ἤδη
ἐνιαυτὸς ἐξῆλθεν ἐξ οὗ τὸ Βόκο Ἅραμ διακοσίας κόρας ἐκ τοῦ ἄστεως
Ζίβοκ, ἐν τῇ Νιγερίᾳ κειμένου, βίᾳ ἀπέθεντο, νῦν δὲ αὖθις περὶ τούτου
τοῦ δυστυχήματος λέγεται, οὐ μόνον διότι ἔτους ἤδη ἐξελθόντος οὐδὲν περὶ
ἐκείνων τῶν κορῶν ἴσμεν ἀλλὰ καὶ διότι ἡ UNICEF νεωστὶ ἄγγελμα περὶ τῆς
ἐν τῇ Νιγερίᾳ καταστάσεως ἐξέδωκεν, κατὰ γὰρ τὸ ἐν τούτῳ τῷ ἀγγέλματι
γεγραμμένον ἤδη 800,000 παῖδας διὰ τὸν ἐν τῇ Νιγερίᾳ πόλεμον
ἐδέησεν απὸ τῆς ἑαυτῶν οἰκίας φυγεῖν· οἱ πλεῖστοι τῶν φυγόντων ἐν μὲν τῇ ἄρκτῳ τῆς χώρας ᾤκουν, πεφύκασι δὲ εἴτε πρὸς ἄλλα μέρη τῆς Νιγερίας εἴτε πρὸς ἄλλας χώρας, παραδείγματος ἕνεκα τὸ Σιᾶδ, τὸ Νίγηρ ἢ τὸ Καμεροῦν.
ὁ τοῦ UNICEF τῇ Ἀφρικῇ φερέφωνος, ὁ Μάνουηλ Φονταῖν, εἶπε νεωστὶ ὅτι ὃ ἐν τῷ Ζίβοκ ἐγένετο μόνον μικρὸν μέρος ἐστὶ τοῦ δυστυχήματος, πολλάκις γάρ, τῷ ὄντι καθ' ἡμέραν, παῖδες πολλοὶ ἀφανίζονται, οὐδένα δὲ λανθάνει ὅ τι ἔπειτα γίγνεται· ὑπὸ τοῦ Βόκο Ἅραμ ἀποτεθέντες, οἱ μὲν παῖδες στρατιῶται γενέσθαι, αἱ δὲ κόραι γαμεῖσθαι ἀναγκάζονται.
http://www.akwn.net/














0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις