τοῦ μὲν ἀγγέλματος ἤδη χθὲς διὰ τῆς πόλεως
δραμόντος ὅτι χαλεπότατον ἔσοιτο τήμερον τὸ περιοδικὸν εὑρεῖν, οἱ πολῖται ἅμα τῇ πρωὶ ἀναστάντες πρὸς τοῖς περιπτέροις ἕτι κεκλεισμένοις ἔμενον πειρώμενοι αὐτὸ κτᾶσθαι, τῶν δὲ τριῶν ἑκατομμυρίων ταχέως ἀφανισθέντων πολλοῖς τὸ μένειν μάτην ἐγένετο, μόνον γὰρ τούτοις οἳ ἔτυχον πρῶτοι ἀφικόμενοι ἐξῆν τὸ περιοδικὸν εὑρεῖν.
παραδείγματος δὲ ἕνεκα τοῦτο εἰδέναι δεῖ· ἐν τῷ Παρίσι ἤδη τῇ 6:30 ὥρᾳ οὐκ ἐξῆν τὸ περιόδικον εὑρεῖν, ἐν δὲ πάσῃ τῇ Γαλατίᾳ οὐ διὰ πολλοῦ, τῇ 10:00 ὥρᾳ· οἱ μὲν πολῖται οἷς οὐκ ἐξῆν τὸ περιοδικὸν ὠνεῖσθαι, τοῖς ἐχοῦσι φιλικῶς φθονοῦντες, ἐπείρων ἀπὸ αὐτῶν ὠνεῖσθαι πλείονα χρήματα προτείνοντες, μάτην δέ. ὁ ἐκδοτικὸς οἶκος ἤγγειλεν τήμερον τῆς ἑσπέρας ὅτι δύο πλείονα ἑκατομμύρια ὡς τάχιστα ἐκδώσοι. τὸ περιοδικὸν ὃ τήμερον ἐξεδόθη ὀκτὼ σελίδας ἔχον εἰς ἑκκαίδεκα γλώττας μεταπέφρασται.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις