δύναται“ καλούμενον, διὰ οὗ αἱ ἀθλητικαὶ ὁμάδες τοὺς παῖδας καρκίνον πάσχοντας ὠφελοῦσιν, περὶ δὲ τούτου τοῦ παιδὸς ἀκούσαντες οἱ τῆς U. J. ὁμάδoς ἄρχοντες, τίς τοῦτο γίγνεσθαι ἂν δύνασθαι ἐνόμισεν ἄν, συμβολικῶς τὸν παῖδα ὡς μιᾷ ἡμέρᾳ ἀγωνιστὴν ἐμίσθωσαν, δέον γὰρ ἄσκησιν ποιεῖν ἵνα τὸ πρωτάθλημα παρασκευάζοιεν τοῖς τῆς U. J. ἀγωνισταῖς ἔδοξε παρὰ ἑαυτοῖς, ἀλλήλοις δή, ἀγωνίζεσθαι καὶ τὸν παῖδα εἰς τὸν ἀγῶνα προσεκάλεσαν· ὁ δὲ παῖς, πῶς γὰρ οὔ, ἐκεῖ ἦν, παρὰ τοῖς ἀγωνισταῖς καθήμενος, χαίρων ὡς οὐδεὶς ἄλλος καὶ τὸν ἀριθμὸν "1" δεικνύς· τοῦ δὲ δευτέρου ἡμίσεος ὁ μὲν τῆς ὁμάδος ἄρχων τὸν παῖδα εἰς τὸ στάδιον εἰσεκάλεσεν, ὁ δὲ λεπτά τινα ἠγωνίσατο, τῶν θεατῶν μεγάλαις βοαῖς ἐποτρυνόντων.
ὁ τοῦ παιδὸς ὄνειρος ἀληθινὸς ἐγένετο.
ἡ δὲ Μαλάλα Ἰουσαφθαῖ, ἡ κόρη ἣ τῷ 2012ῳ ἔτει ὑπὸ τῶν ταλιβάνων ἐπυροβολήθη, ἐδέξατο χθὲς τὸ Νοβὲλ τῆς Εἰρήνης Ἆθλον. ἡ Μαλάλα, ἔτι ἐν τῷ Πακιστᾶν οἰκοῦσα, ἤρχετο ἐν τῷ διαδικτύῳ γράφειν, αὐτῇ γὰρ ἔδοξε τῇ οἰκουμένῃ δηλοῦν ὅ τι οἱ ταλιβᾶνοι ἐν ἐκείνῃ τῇ χώρᾳ ἐπὶ τὰς γυναῖκας ποιοῖεν, ἄλλα τε καὶ ὅτι τὰ διδασκαλεῖα κατακλείσαιεν ἐν οἷς κόραι διδάσκοιντο· ταῦτα δὲ γράφουσα ἔνδοξος ἐγένετο, ἔπειτα δὲ οἱ μὲν ταλιβᾶνοι, πειρώμενοι αὐτὴν κωλύειν περὶ τούτου γράφειν, ἐπυροβόλησαν, οὕτως γὰρ ἔνδοξος ἐγένετο ἡ κόρη ὥστε οἱ ταλιβᾶνοι οὐκ ᾔδεσαν ὅπως αὐτὴν παύειν δύναιντο· ὅμως δέ, καίπερ τὴν κεφαλὴν πυροβοληθεῖσα, ἡ Μαλάλα κατὰ τύχην περιεγένετο· νῦν δέ, ἑπτακαίδεκα ἔτη γεγονυῖα, ἐν μὲν τῇ πόλει Βίρμιγγαμ (ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ) οἰκεῖ, νεώτατος δέ ἐστιν ἄνθρωπος ἣ τοῦτο τὸ ἆθλον δέδεκται.
συγχαίρομέν σοι, ὦ Μαλάλα.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις