ἐν δὲ τῇ Σκωτίᾳ ἀρχαιρεσίας ἐποιήσαντο οἱ πολῖται, ἐδέησε γὰρ αὐτοὺς ψηφίζεσθαι πότερον βούλοιντο ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ διαμένειν ἢ αὐτονόμους γενέσθαι, ἐνίκησαν δὲ οἱ ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ διαμένειν βουλόμενοι, πλεῖον γὰρ τοῦ τῶν ψήφων ἡμίσεος ἐκτήσαντο. τοῦ ἀποβαίνοντος ἀγγελθέντος, ὁ Ἀλεξάνδρος Σάλμονδ τῷ μὲν Δαβὶδ Κάμερον ἐπὶ τῇ νίκῃ συνήσθη, τῆς δὲ ἀρχῆς ἑκὼν ἐξέστη.
ἐν δὲ Νοτίᾳ Κορέᾳ οἱ φύλακες Ἀμερικανὸν πολίτην κατέσχον ἅτε πρὸς τὴν Βορεαίαν Κορέαν διελθεῖν πειρώμενον... νέοντα. ὁ ἄνθρωπος, ἴσως εἴκοσι καὶ πέντε ἔτη γεγονώς (οἱ φύλακες τοῦτο λέγουσιν), τοὺς μὲν φρουροὺς ἔλαθε πρὸς τὸν ποταμὸν Ἃν κρύφα προσβαίνων (οὗτος ὁ ποταμός, χιλιόμετρα ὢν τὸ εὖρος, ὅρος ἐστὶ μεταξὺ τοῖν δυοῖν Κορέαιν), παρὰ δὲ τῷ ποταμῷ ἀφικόμενος νέων ἤρξατο, ὅμως δὲ ἤδη ἐν τῷ ὕδατι ὢν ναῦν τῆς Νοτίας Κορέας τινὰ οὐκ ἔλαθεν. ὁ ἄνθρωπος, καταληφθείς, εἶπεν ὅτι ἐν νῷ ἔχοι τῷ τῆς Νοτίας Κορέας ἄρχοντι διαλέγεσθαι.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις