ἀναιρεῖν πειρᾶσαι, τοσοῦτοι δὲ ἄνθρωποι ἀπέθανον ὥστε κατὰ τοὺς ἱστορικοὺς δεῖ “γενοκτονίαν“ τοῦτο καλεῖν (λέγεται ὅτι 1,500,000 ἄνθρωποι ἀπέθανον)· πολλαὶ δὲ χῶραι αἳ τὸ πρότερον τὴν γενοκτονίαν ἠρνοῦντο νῦν οὐκέτι ἀρνοῦνται· παραδείγματος ἕνεκα, καὶ ἡ Αὐστρία τὸ νῦν τοῦτο ὁμολογεῖ, καίπερ ἐν τῷ Πρώτῳ Παγκοσμίῳ Πολέμῳ συμμαχὶς τῇ Ὀθωμανικῇ Ἀρχῇ οὖσα.
ἡ κεφαλαία μνήμη ἐν τῇ πόλει Ἐρεβὰν ὑπῆρξεν (ἡ Ἐρεβὰν πρωτεύουσα τῆς Ἀρμενίας ἐστίν)· τῆς μνήμης ἀρχομένης, ὁ Ἀρμένιος πρόεδρος, ὁ Σέργε Σαρκίσσιαν, χάριν ἔσχε τοῖς ξένοις ἄρχουσιν εἰς τὴν Ἐρεβὰν τήμερον ἡκοῦσιν, εἶπε δὲ ἄλλα τε καὶ ὅτι δεῖ ἐκείνης τῆς γενοκτονίας ἀεὶ μὲν μεμνῆσθαι, οὐδέποτε δὲ ἐπιλάθεσθαι. ἐκ τῆς Γαλατίας ἧκον εἰς τὴν Ἐρεβὰν οὐ μόνον ὁ πρόεδρος Ὁλλάνδε ἀλλὰ καὶ ὁ ᾠδὸς Καρόλος Ἀθναβοῦρ, ὃς τυγχάνει Ἀρμένιος κατὰ γένεσιν ὤν (ὃ οὐ πολλοὶ ἄνθρωποι ἴσασιν). καὶ δὴ καὶ ἐν πολλαῖς ἄλλαις πόλεσι διὰ τῆς οἰκουμένης ἄλλαι μνῆμαι ἐποιήθησαν τήμερον, μετὰ γὰρ τὴν γενοκτονίαν πολλοὶ τῶν περιόντων πρὸς ἄλλας χώρας ἐσκεδάσαντο.
τὸ ὁμολογεῖν ἢ τὸ μὴ ὁμολογεῖν περὶ ταύτης τῆς γενοκτονίας ἀεὶ ἅμιλλαν φέρει τῇ Τουρκίᾳ πρὸς τὰς χώρας τὴν γενοκτονίαν γενέσθαι ὁμολογούσας. ὅμως δὲ καὶ ἡ Τουρκία διπλωματικὸν ἔπεμψεν εἰς τὴν Ἐρεβὰν ἵνα τῆς μνήμης παρέχοι, καίπερ τὸ ὄνομα “γενοκτονίαν“ ἀρνoυμένη.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις