σῴζειν ἣ τυγχάνει τοσαῦτα χρήματα ἄλλαις χώραις ὀφείλουσα; οὐδένα λανθάνει τοῦτο χαλεπώτατον ἐσόμενον.
πάντες ἴσμεν τὰ τῆς Ἑλλάδος προβλήματα δύο ὄντα, πρῶτον μὲν τὰ χρήματα ἃ ἄλλαι χῶραι ἀπ' αὐτῆς ἀπαιτοῦσιν, δεύτερον δὲ ἡ μέση τάξις, τὸ τῶν πολιτῶν μέρος ὃ χρήματα πορίζειν δύναται, ἤδη πάλαι ἠφανίσθη.
χθὲς δὲ ὁ Τσίπρας, ἤδη πρωθυπουργὸς καταστάς, παραυτίκα τὸν τῶν ὑπουργῶν ἀριθμὸν ἐμείωσεν, νῦν γὰρ μόνον δέκα ὑπουργοὺς ἕξει ἡ νέα ἀρχή (ὀκτωκαίδεκα τὸ πρότερον)· καὶ δὴ καί, οὐκ ἐξὸν τῇ χώρᾳ τοσαῦτα χρέα ἀποτίνειν, βούλεται ὁ νέος πρωθυπουργὸς τοῖς χρήσταις περὶ τῶν χρεῶν διαλέγεσθαι, αἵτινες γὰρ χῶραι χρήματα τῇ Ἑλλάδι ἐδάνεισαν φοβοῦνται νῦν μὴ οὐ δύνωνται ἀναλαβεῖν.
ἔνιοι οἰκονομισταὶ ἔλεγον ὅτι ἡ Εὐρωπαικὴ Ἕνωσις τὴν Ἑλλάδα ἐκ τῆς Εὐρωζώνης ἐκβαλεῖν, εἰ τὸ ΣΥΡΙΖΑ νικῴη, ἐν νῷ ἔχοι, τοῦτο δὲ τῷ ὄντι οὐ ποιήσει ἡ ΕΕ, ἑαυτὴν γὰρ βλάψειε ἂν εἰ τοῦτο ποιοίη.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις