ῥεπουβλικανοὶ τυγχάνουσι τὴν Βουλὴν κατέχοντες, τούτων δὲ οὕτως ἐχόντων οἱ βουλευταὶ εἰκότως τὸν νέον νόμον οὐ δέξονται. ἴσως εἰ ὁ τοῦτον τὸν νέον νόμον προτιθεὶς ῥεπουβλικανὸς εἴη, τότε ἡ Βουλὴ δέξαιτο ἄν;
κατὰ τὸν πρόεδρον Ὀβάμα, ἡ μέση τάξις τῶν πολιτῶν οὐδένα λανθάνει, καίπερ τῆς Ἀμερικανῆς οἰκονομίας ἤδη ἀναλαμβανούσης, ταύτης τῆς ἀναλήψεως οὐκέτι αἰσθανομένη, τοῦτο δέ ἐστιν ὃ μεταβαλεῖν πειρᾶται ὁ πρόεδρος. ἡ μὲν ἀνεργία μειοῦται, τοῦτο πάντες οἱ πολῖται ἴσασιν, οἱ δὲ τῆς μέσης τάξεως μισθοὶ οὐκ αὐξάνονται, πάντες δὲ οἱ ἔμπειροι ἴσασιν ὅτι δεῖ τοὺς ταύτης τῆς τάξεως μισθοὺς αὐξάνειν ἵνα ἡ οἰκονομία διορθῶται.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις