ΒΕΛΗ ΚΑΙ... ΒΕΛΑΚΙΑ

>>> Μην με παρεξηγήσετε >>> αλλά ο τρόπος παρουσίασης από τα ΜΜΕ >>> του πολέμου στην Ουκρανία και των επιπτώσεών του >>> θυμίζει τηλεοπτική εκπομπή, με τοποθέτηση προϊόντος >>> και το προϊόν είναι το αμερικανικό LNG >>> το "καλό", το ακριβό, το αμερικάνικο LNG....
__________________________________________________________________________________________________

Κυριακή 5 Οκτωβρίου 2014

Ἀνάστασις ἐν τῷ Χὸνγκ Κόνγκ, ὁ δὲ “Βάβυ Δὸκ“ ἀποθνῄσκει

Διαμένει τὰ προβλήματα ἐν τῷ Χὸνγκ Κόνγκ ἤδη τὴν ὀγδοὴν ἡμέραν· οἱ μὲν τῶν τῆς Χ.Κ. πανεπιστημιῶν μαθηταὶ τὸ τῆς πόλεως κέντρον καταλαβόντες οὐκ ἐθέλουσι τοῦτο καταλιπεῖν, καίπερ τῶν ἐν τέλει καθ' ἡμέραν κελευόντων, νῦν δὲ νέον πρόβλημα γεγένηται, ἔνιοι γὰρ πολῖται οἳ τῇ ἐν τῷ Πεκίνῳ ἀρχῇ ἐπικουροῦσι τοῖς μαθηταῖς ἐπέθεντο προχθές· ῥᾷστον δέ ἐστιν ἐν τῇ ἁμίλλῃ διακρίνειν ὅστις τῇ ἐν τῷ Πεκίνῳ ἀρχῇ ἐπικουρεῖ καὶ ὅστις ἐναντιοῦται, οἱ μὲν
γὰρ ἐναντιούμενοι (οἳ τυγχάνουσι μαθηταὶ τῶν πανεπιστημίων ὄντες οἱ πλεῖστοι) ξανθὸν μαντήλιον περὶ τοῦ αὐχένος ἔχουσιν, οἱ δὲ ἐπικουρούντες θαλάττιον. οἱ μὲν μαθηταὶ διαβεβαιοῦνται ὅτι οὗτοι οἱ νεωστὶ ἀφικόμενοι ὑπὸ τῆς ἐν τῷ Πεκίνῳ ἀρχῆς ἐπέμφθησαν, οἱ δὲ ἐν τέλει (πῶς γὰρ οὔ;) τοῦτο ἀρνοῦνται.

ἐν δὲ τῇ Ἀϊτῇ ἀπέθανε χθὲς ὁ Ἰωάννης Κλαύδιος Δουβαλιήρ, ὁ δικτάτωρ ὃς ταύτης τῆς χώρας ἀπὸ τοῦ 1971ου ἔτους ἕως τοῦ 1986οῦ ἦρχεν. ὁ τοῦ Δουβαλιὴρ πατήρ, “Πάπα Δὸκ“ καλούμενος, τῆς χώρας πρόεδρος ἦν· τοῦ δὲ πατρὸς ἀποθανόντος, ὁ υἱός, “Βάβυ Δὸκ“ καλούμενος, τὴν ἀρχὴν βίᾳ καταλαβὼν δικτατωρείαν ἐπέθηκεν, ἐκ δὲ τούτου, τοῦ Βάβυ Δὸκ ἄρχοντος, ἑκατὸν καὶ πεντήκοντα χίλιοι ἄνθρωποι ἠφανίσθησαν. τῷ 1986ῷ ἔτει, ἐπαναστάσεως γενομένης, ἐκ τῆς ἀρχῆς ἐκβληθεὶς εἰς μὲν τὴν Γαλατίαν ἀπῆλθεν, ἐκεῖ δὲ ἐν ἀφθόνοις πολλὰ ἔτη ἐβιότευε τὰ χρήματα ἀναλίσκων ἃ ἐκ τῆς Ἀϊτῆς ἠνέγκετο, ἕως τῷ 2011ῷ ἔτει πρὸς τὴν Ἀϊτὴν ἐπανῆλθεν, οὗ ἐν ξενοδοχείῳ τινὶ ἐβιότευεν.
http://www.akwn.net/

0 Σχόλια:

Δημοσίευση σχολίου

Σχόλια και παρατηρήσεις