Ὁ βασιλεὺς τῆς Ἱσπανίας, Ἰωάννης Κάρολος ὁ Πρῶτος, ἀπροσδοκήτως ἤγγειλε προχθὲς ὅτι τῆς ἀρχῆς ἐξισταῖτο. ἤδη πάλαι διελέγοντο οἱ τῆς Ἱσπανίας πολῖται περὶ τοῦδε, πότερον δέοι αὐτὸν διαμένειν βασιλέα ὄντα ἢ οὔ (ἔνιοι δὲ καὶ ἠμφεσβήτουν πότερον δέοι τὴν χώραν βασιλέα ἔχειν ἢ οὔ). ὅμως δέ, καίπερ τῶν πολιτῶν περὶ τούτου ἤδη πάλαι
νῦν δὲ περὶ δυοῖν διαλέγονται οἱ πολῖται· πρῶτον μὲν περὶ τῆς αἰτίας, λόγοι δὲ τοσοῦτοι περὶ τούτου ἄνω καὶ κάτω διὰ τῆς χώρας τρέχουσιν ὅσους ἂν βούλοιτό τις· τί ἐγένετο; ἆρα ἴσως ὁ βασιλεὺς ᾔσθετο πολλοὺς πολίτας αὑτὸν οὐκέτι φιλοῦντας; ἆρα ἴσως ἤδη τηλικοῦτός τε ὢν καὶ ἅλις ἔχων τῶν πολιτικῶν προβλημάτων ἐν νῷ ἔχει νῦν τὰ τελευταῖα ἔτη ἥσυχος βιοῦν; καὶ διὰ τί νῦν; οὐδεὶς ἀκριβῶς εἰδέναι δύναται· ἔπειτα δὲ λέγεται καὶ περὶ τοῦδε, ὅ τι ὁ νέος βασιλεὺς πράξει, ἡ γὰρ Ἱσπανία μάλιστα ἐν ἀπορίᾳ κεῖται, ἄλλως τε καὶ περὶ τῆς οἰκονομίας, ἡ γὰρ χώρα πολλὰ χρήματα τῇ Εὐρωπαικῇ Ἑνώσει ὀφείλει. ὅ τι ἂν ὁ νέος βασιλεὺς ἐν νῷ ἔχῃ, χαλεπὸν ἔσται αὐτῷ βασιλεύειν, τῆς οἰκονομίας οὕτως ἐχούσης.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις