Τὸ Αὐστραλιανὸν ὑποβρύχιον καίπερ πολὺν χρόνον τὸ Μαλαισίον ἀεροσκάφος τῇ ὀγδοῇ τοῦ Μαρτίου ἐν τῷ Ἰνδικῷ Ὠκεάνῳ ἀφανισθὲν ζητῆσαν οὐχ ηὕρεν· τὸ ὑποβρύχιον (ὃ αὐτόνομόν ἐστιν, ἄνθρωπον γὰρ οὐδένα ἔνδον φέρει) τὸν μὲν τόπον ὡς ἀκριβέστατα
τὸ Μαλαισίον ἀεροσκάφος ἀπὸ τοῦ τῆς Κουάλα Λουμποῦρ ἀερολιμένος ἀπεγειώθη πρὸς τὸ Πεκίνον (τοσαύτη φορὰ δεῖ ἓξ ὡρῶν), ἀλλὰ οὐ διὰ πολλοῦ ἐξαίφνης ἐκ τῆς πορείας ἀποτραπὲν ἐκ τοῦ ῥάδαρ ἠφανίσθη. τὴν ταύτης τῆς ἐξαιφνιδίου μεταβολῆς αἰτίαν οὐδεὶς ἀκριβῶς οἶδεν· λέγεται μὲν ὅτι ἴσως τρομοκράται τινὲς τὸ ἀεροσκάφος βίᾳ κατασχόντες ἐπειράσαντο τὸ ἀεροσκάφος ἄλλοθι κυβερνᾶν, ὅμως δὲ πάντες ὁμολογοῦσιν ὅτι τὸ ἀεροσκάφος (ἴσως οὐκ ἐξὸν τοῖς τρομοκράταις αὐτὸ κυβερνᾶν ἅτε ἀπείροις οὖσιν) εἰς τὴν θάλατταν κατέπεσεν. οἱ μὲν τῶν ἐπιβατῶν συγγενεῖς τοὺς ἄρχοντας ἐποτρύνουσιν ἵνα τὸ ἀεροσκάφος εὑρῶσιν, ὁ δὲ Ἰνδικὸς Ὠκεανὸς τοσοῦτός ἐστιν ὥστε τοῦτο χαλεπώτατόν ἐστιν, εἰ γὰρ τὸ ἀεροσκάφος πλείω χρόνον ἔπτετο πορρωτάτω ἐκεῖθεν ἔκειτο ἂν νῦν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις