καὶ τὴν Βουλὴν ἐξουσίαν ἵνα νόμους τινὰς μεταβάλοι, οὕτω γὰρ τό τε Ἰσλαμικὸν Κράτος καὶ οὕστινας τρομοκράτας νικᾶν ῥᾷον ἔσοιτο. ὅμως δὲ ὁ Ὁλλάνδη οὐ βούλεται τὴν Γαλατίαν μόνην εἰς τοῦτον τὸν πόλεμον εἰσιέναι, τοιοῦτο μὲν γὰρ ποιήσας τὸ Ἰσλαμικὸν Κράτος οὐ μόνον ἐπὶ τὴν Γαλατίαν ἀλλὰ καὶ ἐπὶ πάσας τὰς δημοκρατικάς τε καὶ ἐλευθέρας χώρας τὸν πόλεμον ἐπαγγέλοι, δέοι δὲ οὖν τὰς ἄλλας χώρας βοηθεῖν.
ἤδη προχθὲς Γαλλικὰ πολεμικὰ ἀεροσκάφη τῇ πόλει Roqqe ἐπέθετο, τοῦτο γάρ ἐστι τὸ στρατόπεδον τοῦ Ἰσλαμικοῦ Κράτους ἐν τῇ Συρίᾳ, κατὰ δὲ τὸν πρόεδρον Ὁλλάνδη ταῦτα τὰ πολεμικὰ ἔργα αὐξάνεται. ὅμως δὲ οὐκ εἶπεν πότερον ἐν νῷ ἔχοι καὶ πεζοὺς εἰς τὴν Συρίαν εἰσπέμψαι.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις