ἔπραξαν νῦν ἐν ταῖς Βρυξέλλεσιν εἰσίν, δῆλοὶ δὲ εἰσι νέαν τρομοκρατικὴν ἐπιβολὴν ἐν ταύτῃ τῇ πόλει παρασκευάζοντες.
τήμερον ὀλίγα μὲν πωλητήρια ἔξεστι ἀνεῳγμένα τοῖς ὀλίγοις ἐντυχοῦσιν ἰδεῖν, τὰ δὲ διδασκαλεῖα καὶ τὸ πανεπιστήμιον καὶ τὰ κινηματογράφα καὶ αἱ ἀθλητικαὶ ἐγκαταστάσεις κεκλεισμένα μένουσιν τῆς ἀρχῆς τοῦτο κελευσάσης, οἱ γὰρ τρομοκράται ἀεὶ ἐπιτίθενται ὅπου ἂν πλῆθος ἀνθρώπων συγχωρῇ.
οἱ ἐν τέλει τοὺς πολίτας κεκελεύκασι μὴ ἐκ τῶν οἰκημάτων ἐξιέναι ἐὰν μὴ παντελῶς ἀναγκαῖον ᾖ, τούτων δὲ οὕτως ἐχόντων ἡ πόλις νῦν ἐρημία εἶναι δοκεῖ.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις