ἣν οἱ Κουβάνοι ηὗρον οἵτινες ἂν εἰς τὰς ΗΑΠ ἐκφυγεῖν βούλωνταί ἐστι πρῶτον μὲν εἰς τὸν Ἰσημερινὸν πέτεσθαι, τοῦτο γὰρ αὐτοῖς ἔξεστι ῥᾳδίως ἄνευ ἐξουσίας ποιεῖν, ἔπειτα δὲ δεῖ αὐτοὺς διὰ τῆς Κολομβίας καὶ τοῦ Παναμὰ διαπορευθέντας εἰς τὴν Κόστα Ῥίκα ἀφίκεσθαι ὁπόθεν διὰ τῆς Νικαραγούας καὶ τῆς Ὁνδούρας καὶ τῆς Γουατεμάλας καὶ τοῦ Μεξίκου τέλος εἰς τὰς ΗΑΠ ἀφικνοῦνται. ὅμως δέ, τῆς μὲν Νικαραγουίας πλείους φυγάδας διὰ τῆς χώρας διαβαίνειν οὐκ ἐθελούσης, τοῦτο τὸ πρόβλημα νῦν γεγένηται, ἡ μὲν γὰρ τῆς Κόστα Ῥίκα ἀρχὴ οὐκ οἶδεν ὅ τι δεῖ ποιεῖν, οἱ δὲ φυγάδες ἐν ἀπορίᾳ μένουσιν.
τούτῳ τῷ ἔτει οὐκέτι τελευτήσαντι 25.000 Κουβάνοι διὰ ταύτης τῆς ὁδοῦ εἰς τὰς ΗΑΠ ἀφίκοντο· ἡ μὲν Κουβάνη ἀρχὴ παρέχει φιλικῶς δέχεσθαι τούτους οἵτινες ἂν ἑκόντες εἰς τὴν Κούβαν ἐπανελθῶσιν, οὐδεὶς δὲ ἐπανέρχεται.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις