πρῶτον μὲν οἱ τῆς Λετονίας πολῖται οὐκ
ἐβούλοντο τὸ εὐρὸν νόμισμα δέχεσθαι, ἔπειτα δὲ μετέγνωσαν, οὐδένα δὲ λανθάνει οὗτος ὁ ἀναλογισμὸς διὰ τὸν φόβον γενόμενος, ἐξ οὗ μὲν γὰρ ἡ Ῥωσσία τὴν Οὐκραίναν αὖθις λαβεῖν πειρᾶται φοβοῦνται αὗται αἱ χῶραι μὴ ὁ Ποῦτιν, ὃς δῆλός ἐστιν τὴν πρόσθεν τῆς ΕΣΣΔ ἀρχὴν αὖθις τεκταίνεσθαί τε καὶ συμπλάττειν πειρῶμενος, πρὸς ταύτας τὰς τρεῖς χώρας τοὺς ὀφθαλμοὺς ἀπευθύνῃ (αἱ τρεῖς Βάλτικαι χῶραι ὑπὸ τοῦ τῆς ΕΣΣΔ ζύγου πεντήκοντα ἔτη ἔκειντο), τούτων δὲ οὕτως ἐχόντων πειρῶνται αἱ τρεῖς χῶραι ἐγγυτέρω τῆς Εὐρωπαικῆς Ἑνώσεως μένειν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις