ἐν δὲ τῷ Χὸγκ-Κὸγκ ἡ ἔνστασις ἣ τῷ μηνὶ Σεπτεμβρίῳ ἤρξατο ἤδη τέλος ἔσχεν, οἱ δὲ μαθηταὶ οἳ ἐκεῖ τῇ ἀρχῇ ἀνθίσταντο τέλος τὸν δῆμον Admiralty (τὸ κέντρον τῆς πολιτικῆς ἀρχῆς) κατέλιπον. οὐδὲν κτησάμενοι, διαλέγονται νῦν οἱ μαθηταὶ ὅπως ἂν δύναιντο τοὺς σκοποὺς κτᾶσθαι, τὰς ἀληθῶς δημοκρατικὰς ἀρχαιρεσίας τῷ 2017ῳ ἔτει· κατὰ μὲν τὴν ἀρχὴν ἔξεσται τοῖς πολίταις ἐλευθέρως ψηφίζεσθαι, κατὰ δὲ τοὺς μαθητὰς τοῦτο ψευδοδημοκρατία ἔσται, ἡ γὰρ τοῦ Πεκίνου ἀρχὴ διακρίνει ὅστις μὲν τῶν εἰς ἀρχὴν παραγγελλόντων δύναται τῶν ἀρχαιρεσιῶν μετέχειν, ὅστις δὲ οὔ.
>>> Μην με παρεξηγήσετε >>> αλλά ο τρόπος παρουσίασης από τα ΜΜΕ >>> του πολέμου στην Ουκρανία και των επιπτώσεών του >>> θυμίζει τηλεοπτική εκπομπή, με τοποθέτηση προϊόντος >>> και το προϊόν είναι το αμερικανικό LNG >>> το "καλό", το ακριβό, το αμερικάνικο LNG....
__________________________________________________________________________________________________

Κυριακή 14 Δεκεμβρίου 2014
Οἱ ἐν τῷ Λονδίνῳ ἀερολιμένες, πυρηνικὸν δῶρον τῇ Ἰνδίᾳ καὶ τὸ τέλος τῆς ἐν τῷ Χὸγκ-Κὸγκ ἐπαναστάσεως
Περὶ
τοῦ Λονδίνου τέτταρες
ἀερολιμένες κεῖνται,
τὰ δὲ πλεῖστα
τῶν τούτοις τοῖς
ἀερολιμέσι χρωμένων
ἀεροσκαφῶν ἐκ
τῆς Εὐρωπαικῆς
ἠπείρου ἀφικνεῖται·
τῇ μὲν Παρασκευῇ
πλείω ἀεροσκάφη
ἐκεῖσε ἀφικνεῖται
ἢ ἄλλῃ
τινὶ τῆς ἑβδομάδος
ἡμέρᾳ,
χθὲς δὲ (τῇ
Παρασκευῇ, πῶς γὰρ
οὔ) μέγα δυστύχημα
ἐγένετο. ἐγγὺς
τοῦ Λονδίνου, ἐν
τῇ πόλει Swanwick,
τὸ
τεχνικὸν κέντρον
κεῖται οὗ οἱ
ἐλεγκταὶ πάντα
τὰ ἀεροσκάφη
ἐκ τῆς ἠπείρου
πρὸς τὸ Λονδίνον
πετόμενα εὐθύνουσιν,
πρὸς ὅντινα τῶν
τεττάρων ἀερολιμένων
πέτωνται ἄν· ἐκεῖ
δὲ χθὲς ἠλεκτρικοῦ
προβλήματος γενομένου οὐ
μὲν ἐξῆν
τοῖς ἐλεγκταῖς
τὰ πρὸς τὸ
Λονδίνον ἀφικνούμενα
ἀεροσκάφη ἐν
τῷ ῥαδιοεντοπιστῇ
ὁρᾶν, ἔδει
δὲ αὐτοὺς
τὰ ἀεροσκάφη
πρὸς ἄλλας πόλεις
ἀποτρέπειν. τέλος
δὲ ἤδη τῆς
νυκτὸς τὸ πρόβλημα
διαλύειν ἔσχον.
ὁ δὲ Βλαδιμὶρ
Ποῦτιν δώδεκα πυρηνικοὺς
ἀντιδραστῆρας ὡς
δῶρον τῇ Ἰνδίᾳ
ἔδωκεν. ἐξ οὗ
μὲν οἱ τῆς
Οὐκραίνης πολῖται
τὸν Ἰανουκόβιζ
ἐκ τῆς ἀρχῆς
ἐξέβαλον, ὁ
τῆς Ῥωσσίας
πρόεδρος πειρᾶται ἐν
ἐκείνῃ
τῇ χώρᾳ
ῥοπὴν ἔχειν,
τοῦτο δὲ τῇ
τε Εὐρωπαικῇ Ἑνώσει
καὶ ταῖς ΗΑΠ οὐκ
ἀρέσκει, αἱ
δὲ τὴν Ῥωσσίαν
μονοῦν πειρῶσιν· δέον
ἄλλους νέους συμμάχους
κτᾶσθαι, ὁ Ποῦτιν
πρὸς τὴν Ἰνδίαν
τρέπεται (ὡς ἤδη
πάλαι), νῦν δὲ
τούτους τοὺς δώδεκα
πυρηνικοὺς ἀντιδραστῆρας
δέδωκεν.
ἐν δὲ τῷ Χὸγκ-Κὸγκ ἡ ἔνστασις ἣ τῷ μηνὶ Σεπτεμβρίῳ ἤρξατο ἤδη τέλος ἔσχεν, οἱ δὲ μαθηταὶ οἳ ἐκεῖ τῇ ἀρχῇ ἀνθίσταντο τέλος τὸν δῆμον Admiralty (τὸ κέντρον τῆς πολιτικῆς ἀρχῆς) κατέλιπον. οὐδὲν κτησάμενοι, διαλέγονται νῦν οἱ μαθηταὶ ὅπως ἂν δύναιντο τοὺς σκοποὺς κτᾶσθαι, τὰς ἀληθῶς δημοκρατικὰς ἀρχαιρεσίας τῷ 2017ῳ ἔτει· κατὰ μὲν τὴν ἀρχὴν ἔξεσται τοῖς πολίταις ἐλευθέρως ψηφίζεσθαι, κατὰ δὲ τοὺς μαθητὰς τοῦτο ψευδοδημοκρατία ἔσται, ἡ γὰρ τοῦ Πεκίνου ἀρχὴ διακρίνει ὅστις μὲν τῶν εἰς ἀρχὴν παραγγελλόντων δύναται τῶν ἀρχαιρεσιῶν μετέχειν, ὅστις δὲ οὔ.
ἐν δὲ τῷ Χὸγκ-Κὸγκ ἡ ἔνστασις ἣ τῷ μηνὶ Σεπτεμβρίῳ ἤρξατο ἤδη τέλος ἔσχεν, οἱ δὲ μαθηταὶ οἳ ἐκεῖ τῇ ἀρχῇ ἀνθίσταντο τέλος τὸν δῆμον Admiralty (τὸ κέντρον τῆς πολιτικῆς ἀρχῆς) κατέλιπον. οὐδὲν κτησάμενοι, διαλέγονται νῦν οἱ μαθηταὶ ὅπως ἂν δύναιντο τοὺς σκοποὺς κτᾶσθαι, τὰς ἀληθῶς δημοκρατικὰς ἀρχαιρεσίας τῷ 2017ῳ ἔτει· κατὰ μὲν τὴν ἀρχὴν ἔξεσται τοῖς πολίταις ἐλευθέρως ψηφίζεσθαι, κατὰ δὲ τοὺς μαθητὰς τοῦτο ψευδοδημοκρατία ἔσται, ἡ γὰρ τοῦ Πεκίνου ἀρχὴ διακρίνει ὅστις μὲν τῶν εἰς ἀρχὴν παραγγελλόντων δύναται τῶν ἀρχαιρεσιῶν μετέχειν, ὅστις δὲ οὔ.
http://www.akwn.net/
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)

0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις