Ἡ ἀρχὴ καὶ οἱ ἀνθιστάμενοι οὐχ ὁμολογοῦσιν.
Ἡ μὲν ἐν τῇ
Οὐκρανίᾳ ταραχὴ (ἄλλοθί
τε καὶ ἐν τῇ πρωτευούσῃ Κίεβ) τέλος
οὐκ ἔχει, αἱ δὲ
τοῦ Κίεβ ἁγυιαὶ
ἔτι καὶ νῦν ἐοίκασι μάχῃ
ἐν ᾗ οἵ τε φύλακες
καὶ οἱ τῇ ἀρχῇ ἀνθιστάμενοι
καθ‘ ἡμέραν μάχονται. τούτων
οὕτως ἐχόντων, χθὲς
τῇ Παρασκευῇ, τέλος θεῖναι
πειρώμενοι τῇ ταραχῇ, ὁ
πρόεδρος Βίκτωρ Ἰακουνόβιζ
καὶ οἱ τῶν ἀνθισταμένων ἄρχοντες συνελθόντες
τέτταρας μὲν ὥρας
διελέγοντο,
ὅμως δὲ ὁ Ἰακουνόβιζ μόνον περὶ
μικρῶν πραγμάτων τινῶν ὑπείκειν
ἤθελεν. οἱ ἀνθιστάμενοι,
οὐ βουλόμενοι ταύτην τὴν εἰσήγησιν δέχεσθαι ἅτε νομίζοντες αὐτὴν οὐχ ἱκανὴν εἶναι, ἐκέλευσαν τοῖς πολίταις ἔτι
πλέον διαδηλοῦσθαι· οἱ δὲ διαδηλωταί,
περὶ τοῦ τῆς συνόδου
ἀποβαίνοντος ἀκούσαντες καὶ
μάλιστα ὀργισθέντες, εἰς
μὲν τὸ Ὑπουργεῖον
τῆς Γεωργίας εἰσελθόντες
τοὺς ἐργαστὰς ἐκ
τοῦ οἰκήματος ἐξέβαλον (ὅμως δὲ οὐ
δῆτα διὰ τῆς θυρίδος,
ὡς ἐν τῇ Πράγῃ ἤδη πάλαι...)·
τοῦτο τὸ ὑπουργεῖον
ἀπέχει μόνον ἑκατὸν μέτρα ἀπὸ τῆς Ἀγορᾶς τῆς Αὐτονομίας, ἣ νεωστὶ
τῶν ἐνστάσεων ἐπίκεντρον ἐγένετο· ἔπειτα
δὲ εἶπον ὅτι οὐδένα εἰς τὸ
ὑπουργεῖον εἰσβῆναι
ἐάσοιεν ἕως ἂν τὰ
τῆς χώρας αὖθις εἰς
εἰρήνην κατάγηται.
πρὸς δὲ τούτοις ἡ
προτέρα πρόεδρος, ἡ Ἰούλια
Τιμοσιένκω ἔτι ἐν τῷ
δεσμωτηρίῳ κεῖται, παρὰ τοὺς νόμους
ὑπὸ τοῦ Ἰακουνόβιζ καταληφθεῖσα· καίπερ πολλὰς
αἰτήσεις δεξάμενος ὑπὸ
πλείστων περὶ τὴν οἰκουμένην ἀρχόντων
πεμφθείσας οἳ τὸν Ἰακουνόβιζ αἰτοῦσι
τὴν Ι. Τιμοσιένκω εὐθὺς
ἐλευθεροῦν, ὁ πρόεδρος
τοῦτο ποιήσειν ἀρνεῖται.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις