skip to main
skip to sidebar
Πάντες ἀκηκόαμεν περὶ τοῦ “Βίλλι τοῦ
Παιδός“, τοῦ νεανίου ὃς ἐν τῷ Νέῳ Μεξίκῳ εἴκοσι καὶ ἕνα ἀνθρώπους
ἀπέκτεινεν. Βίλλι ὁ Παῖς (τὸ ἀληθὲς ὄνομα αὐτοῦ ἦν William Henry
McCarty) ἀπέθανε τῷ 1881ῳ ἔτει, εἴκοσι καὶ ἓν ἔτη γεγονώς, τοσαῦτα ἔτη
ὅσους ἀνθρώπους ἀπέκτεινεν· ὅμως δὲ διαβεβαιοῦνται ἄλλοι ὅτι μόνον
τέτταρας ἢ πέντε καὶ αὐτοὺς ἀμυνόμενος.
μίαν μὲν μόνην
φωτογραφίαν αὐτοῦ εἴχομεν εἰς τὸ νῦν, νεωστὶ δὲ ἄλλην εὗρον ἐν ᾗ ἔξεστιν
αὐτὸν ἰδεῖν τῷ 1878ῷ ἔτει σὺν φίλοις τισὶ σχολὴν ἔχοντα. ὁ “Παῖς“
ἕστηκεν ἐν τῇ ἀριστερᾷ τῆς φωτογραφίας, οὐδὲ ἴσμεν ὅστις ἐστὶν ὁ
ἄνθρωπος τὴν χεῖρα προτείνων.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις