ἀγγέλλειν· ὅμως δέ, καίπερ δέον τοῦτο ποιεῖν, τῷ ναυάρχῳ ἔδοξεν εὐθὺς τῷ ὑποβρυχίῳ ἐπιθέσθαι πρὶν ἐξετάζειν.
ὁ τῆς ἀμύνης ὑπουργός, ὁ Κὰρλ Ἅγλουνδ, εἶπεν ὅτι τῇ μὲν Τρίτῃ ἡμέρᾳ ἄγνωστον ὑποβρύχιον ὀφθείη, ὅμως δὲ ἀκριβῶς οὐκ εἰδεῖεν πότερον τοῦτο τὸ ὑποβρύχιον Ῥωσσικὸν εἴη ἢ οὔ.
αὗται αἱ δύο χῶραι, ἥ τε Φινλανδία καὶ ἡ Ῥωσσία, μακρότατον κοινὸν ὅρον ἔχουσιν, τῶν δὲ τελευταίων μηνῶν πολλάκις ἡ Φινλανδία ἐμέμψατο τὴν Ῥωσσίαν ὡς τακτικὰς διεξόδους ποιουμένην ἐγγυτάτω τοῦ ὅρου, καὶ δὴ καὶ τὸ πέρυσι Ῥωσσικοῦ ὑποβρυχίου ἐγγὺς τοῦ τῆς Στοκόλμης λιμένος ὀφθέντος καὶ τῆς Ῥωσσίας ἑαυτῇ κατ' ἐνιαυτὸν προκλητικώτερον πρὸς τὰς γείτονας χώρας χρωμένης, αἱ πέντε Σκανδιναβαὶ χῶραι (ἥ τε Φινλανδία καὶ ἡ Σουηδία καὶ ἡ Ἰσλανδία καὶ ἡ Δανία καὶ ἡ Νορβηγία) συνθήκην ὑπεγράψαντο καθ' ἣν ἀμυνοῦσιν ἀλλήλοις τὴν Ῥωσσίαν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις