ὁ ἐπιχειρῶν, ἄνθρωπός τις τῆς Νοτίας
Κορέας πεντήκοντα καὶ πέντε ἔτη γεγονώς, ταχέως ὑπὸ τῶν φυλάκων καταληφθεὶς εἶπεν ὅτι τοῦτο ποιήσειε διότι ταύταις ταῖς πράξεσιν ἑνίστασθαι βούλοιτο. λέγουσι δὲ οἱ δημοσιόγραφοι ὅτι οὗτος ὁ ἀνὴρ ἤδη τὸ πρότερον ὅμοιόν τί ποτε ἐποίησεν.
ὁ Ἀμερικανὸς πρεσβευτὴς τὸ ἄριστον εἴσθιεν ἐν πανδοχείῳ τινὶ, ἔμελλε δὲ οὐ διὰ πολλοῦ πρὸς σύνοδον ἰέναι, ἐξαίφνης δὲ οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ ὄπισθεν φανεὶς αὐτῷ καθημένῳ ἐπέθετο μάχαιραν ἔχων· ὅμως δὲ μόνον τομὴν (μακρὰν δή) ἐποίησεν ἐν τῷ τοῦ πρέσβευτοῦ προσώπῳ (ἔξεστι τὴν τομὴν ἐν τῇ φωτογραφίᾳ ἰδεῖν), καίπερ ἀπροσδοκήτου ὄντος, καὶ ἄλλην μικρὰν τομὴν ἐν τῇ χειρί. ὁ πρεσβευτὴς (τετταράκοντα καὶ δύο ἔτη γεγονώς) ταχέως πρὸς νοσοκομεῖον τι ἠνέχθη, οὗ μόνον δύο ὥρας ἐδέησεν αὐτὸν μεῖναι.
κατ' ἐνιαυτὸν μὲν αὗται αἱ πολεμικαὶ ἀσκήσεις γίγνονται, κατ' ἐνιαυτὸν δὲ ἡ Βόρεια Κορέα αὐτὰς ψέγει. τοῦτο μὲν τὸ εἰωθὸς ἦν πολλὰ ἔτη, νῦν δὲ ὁ τῆς Βορείας Κορέας ἄρχων ταύτην τὴν ἐπιχείρησιν ἐνεκωμίασεν, οὐδένα δὲ λανθάνει ἡ πρὸς τὰς ΗΑΠ τάσις μάλιστα ηὐξηκέναι ἐξ οὗ ὁ Κῖμ Ἰὸγγ Ἲλ εἰς τὴν ἀρχὴν ἀφίκετο. ὅμως δὲ ἡ Ἀμερικανὴ ἀρχὴ οὐδὲν περὶ τούτου τοῦ ἐγκωμίου εἶπεν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις