τυγχάνουσιν ἐν οἰκονομικῇ ἀπορίᾳ οὖσαι, δέοι δὲ νῦν ὡς τάχιστα σύστημά τι εὑρεῖν ὅ τι ταύτας τὰς χώρας αἵτινες ἐν τοιαύτῃ κρίσει κεῖνται αὐξάνεσθαι ἐᾷ ἄν· διεβεβαιώσατο δὲ καὶ ὅτι δέοι τὴν Ἑλλάδα ἐντὸς τῆς Εὐρωζώνης διαμένειν.
κατὰ δὲ τοὺς ἀναλυτὰς ταῦτα τὰ ἀγγέλματα τῇ ὑπογραφῇ ἐπικουρεῖ ἣν ἡ Ἑλλὰς τοῖς τῆς Εὐρωπαικῆς Ἑνώσεως κοινωνοῖς τῇ ἐπιγιγνομένῃ ἑβδομάδι προσθεῖναι ἐν νῷ ἔχει, ἡ γὰρ νέα ἀρχὴ πειρᾷ πρὸ τῶν τῆς ΕΕ ὀφθαλμῶν τὴν τῆς οἰκονομίας αὔξησιν τῷ τὰ χρέα τείνειν συνάπτειν (ὅμως δὲ λέγουσιν οἱ αὐτοὶ ἀναλυταὶ ὅτι, εἰ ἄλλος τις ἐν ταῖς ἀρχαιρεσίαις ἐνίκησεν, ὁ Ὀβάμα ταὐτὰ ἔλεγεν ἂν νῦν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις