ΒΕΛΗ ΚΑΙ... ΒΕΛΑΚΙΑ

>>> Μην με παρεξηγήσετε >>> αλλά ο τρόπος παρουσίασης από τα ΜΜΕ >>> του πολέμου στην Ουκρανία και των επιπτώσεών του >>> θυμίζει τηλεοπτική εκπομπή, με τοποθέτηση προϊόντος >>> και το προϊόν είναι το αμερικανικό LNG >>> το "καλό", το ακριβό, το αμερικάνικο LNG....
__________________________________________________________________________________________________

Τρίτη 11 Νοεμβρίου 2014

Ἆρα τίς ἀπέκτεινε τὸν Βῖν Λάδεν; καὶ... οὐκ ἂν φθάνοις κύνα οὐ κεκτημένος ἐν τῷ Ἰρᾶν

ἴσως τὸν Βῖν Λάδεν ἀποκτείνας, Robert O'Neill
Πάντες ἴσμεν ὅτι τῷ 2011ῳ ἔτει, τῇ δευτέρᾳ τοῦ μηνὸς Μαίου, Ἀμερικανοὶ στρατιῶται τὸν Βῖν Λάδεν ἐν τῇ κώμῃ Ἀββοταβᾶδ καλουμένῃ ἀπέκτειναν· εἴκοσι καὶ τρεῖς στρατιῶται τῶν SEAL καλουμένων, νυκτὸς ἀφικόμενοι, εἰς τὴν οἰκίαν εἰσέβησαν ἐν ᾗ ὁ Β.Λ. ἐκρύπτετο καὶ τούτων τις αὐτὸν ἀπέκτεινεν. καίπερ πολλῶν βουλομένων εἰδέναι ὅστις τὸν
Β.Λ.ἀποκτείνειε, ἡ Ἀμερικανὴ ἀρχὴ οὐδέποτε τὸ ὄνομα ἐκοίνωσεν. ὅμως δὲ νεωστὶ στρατιώτης μέν τις ἐκείνης τῆς τῶν SEAL ὁμάδος τοῖς δημοσιογράφοις εἶπεν ὅτι αὐτὸς εἴη ὁ τὸν Β.Λ. ἀποκτείνας, τὸ δὲ ὄνομα τούτου τοῦ ἀνδρὸς Robert O'Neill ἐστίν. νῦν, ἤδη τριάκοντα καὶ ὀκτὼ ἔτη γεγονώς, οὐκέτι στρατεύεται, τὸ γὰρ στράτευμα κατέλιπεν· ἄλλος μὲν στρατιώτης τῆς αὐτῆς ὁμάδος, Matt Bissonnette, λέγει ὅτι αὐτὸς τὸν Β.Λ. ἀπέκτεινεν, τὸ δὲ πρόβλημα οὐκ ἐνθάδε τελευτᾷ, ἄλλοι γὰρ στρατιῶται διαβεβαιοῦνται ὅτι οὐδέτερος τούτων ἐστὶ ὁ τὸν Β.Λ. ἀποκτείνας. ἴσως τἀληθῆ οὐδέποτε εἰσόμεθα.

Κύνα δὲ ἐν τῷ Ἰρᾶν ἔχειν ἴσως οὐκ ἀγαθὴ γνώμη ἐστίν, νεωστὶ γὰρ τριάκοντα καὶ δύο βουλευταὶ νόμον προὔθεσαν καθ' ὃν ὅστις ἂν κύνα ἔχῃ δέξεται... ἑβδομήκοντα καὶ τέτταρας μάστιγας (οὐκ εἶπον διὰ τί ἑβδομήκοντα καὶ τέτταρας ἀλλὰ οὐχ ἑβδομήκοντα καὶ τρεῖς ἢ ἑβδομήκοντα καὶ πέντε), λέγουσι γὰρ ὅτι κύνα μὲν κεκτῆσθαι κακόν ἐστι κατὰ τοὺς Ἰσλαμικοὺς νόμους, βούλονται δὲ πάντας τοὺς κύνας λαβεῖν καὶ πρὸς τὴν ἐρημίαν ἀποπέμψαι. ὅμως δὲ οὐ πάντα τὰ ἀγγέλματα ἐκεῖθεν ἀφικόμενα κακά ἐστιν, ἔξεσται γὰρ τοῖς τε ποιμέσι καὶ τοῖς γεωργοῖς καὶ τοῖς φύλαξι κύνας κεκτῆσθαι. 

http://www.akwn.net/
 

0 Σχόλια:

Δημοσίευση σχολίου

Σχόλια και παρατηρήσεις