ΒΕΛΗ ΚΑΙ... ΒΕΛΑΚΙΑ

>>> Μην με παρεξηγήσετε >>> αλλά ο τρόπος παρουσίασης από τα ΜΜΕ >>> του πολέμου στην Ουκρανία και των επιπτώσεών του >>> θυμίζει τηλεοπτική εκπομπή, με τοποθέτηση προϊόντος >>> και το προϊόν είναι το αμερικανικό LNG >>> το "καλό", το ακριβό, το αμερικάνικο LNG....
__________________________________________________________________________________________________

Κυριακή 14 Σεπτεμβρίου 2014

Ὁ ἐν τῇ Συρίᾳ πόλεμος, τὸ Ἰσραῆλ καὶ ἡ Μαλάλα

Ὁ τῶν ἐν τῇ Συρίᾳ ἀποθανόντων ἀριθμὸς οὐ παύεται αὐξανόμενος, νῦν δὲ ἐν τῇ πόλει Δοῦμᾳ, ἣ τῆς Δαμασκοῦ οὐ πολὺ ἀπέχει, τετταράκοντα καὶ τέτταρες ἄνθρωποι νεωστὶ ἀπέθανον τοῖς τοῦ Ἀσσᾶδ ἀεροσκάφεσιν ἃ ταύτην τὴν πόλιν συνεχῶς ἐβομβάρδισεν. καὶ δὴ καὶ πολλοὶ τῶν βεβλαμμένων, ἅτε τῶν νοσοκομείων τὰ ἀναγκαῖα οὐκ ἐχόντων, ἀποθανοῦνται ἐὰν μηδεὶς ὠφέλειαν ἔξωθεν εἰσπέμπῃ. ταύτην δὴ τὴν πόλιν περὶ
πλείστου ποιοῦνται ἑκάτεροι οἱ στρατοί, ἐπὶ γὰρ λόφῳ κεῖται ἐξ οὗ ἔξεστι τοῖς τοῦτον τὸν λόφον κατέχουσιν ἐπὶ τὴν Δαμασκὸν πύραυλα ῥᾳδίως ἀφεῖναι.
ἐν δὲ τῷ Ἰσραῆλ τετταράκοντα καὶ τρεῖς στρατιῶται οἳ τὸ πρότερον ὡς κατάσκοποι ὑπὲρ τοῦ Ἰσραῆλ ἐστρατεύσαντο γραφὴν νῦν ὑπεγράψαντο ἐν ᾗ διαβεβαιοῦνται ὅτι τοῖς Παλαιστίνοις μάχεσθαι οὐκ ἐθέλουσιν ἅτε ἀφυλάκτοις οὖσιν· ὅμως δὲ οὗτοι οἱ τετταράκοντα καὶ τρεῖς στρατιῶται νῦν μὲν οὐ στρατεύσουσιν ἀλλὰ ὡς ἐπιτεταγμένοι στρατιῶται κεῖνται, λέγουσι δὲ ὅτι ἐὰν αὖθις τῇ στρατιᾷ καταλεχθῶσιν οὐ πείσονται.

πάντες δὲ περὶ τῆς Μαλάλας Ἰουσουφθαῖ ἀκηκόαμεν, τῆς παιδὸς ἣν οἱ ἰσλαμισταὶ ἐπυροβόλησαν διότι τοῖς νόμοις οἳ κωλύουσι τὰς γυναῖκας παιδεύεσθαι ἀντέστη· νῦν δὲ ὁ τοῦ Πακιστανοῦ στρατοῦ φερέφωνος τοῖς δημοσιογράφοις ἐν τῷ Ἰσλαμαβᾶδ εἶπεν ὅτι τοὺς μὲν τότε τῇ Μαλάλᾳ ἐπιθεμένους τέλος εὕροιεν καὶ κατασχοῖεν, μετὰ δὲ οὐ πολὺν χρόνον δικασθήσοιντο. 

http://www.akwn.net/

0 Σχόλια:

Δημοσίευση σχολίου

Σχόλια και παρατηρήσεις