συμπαθῶν) ἐκ τῆς ἀρχῆς ἐξέβαλον, ὁ Ποῦτιν πειρᾷ τὴν ἑαυτοῦ ῥοπὴν ἐν ταύτῃ τῇ χώρᾳ αὐξάνειν.
νεωστὶ δὲ πολλὰ φορτηγὰ ἀπὸ τῆς Ῥωσσίας εἰς τὸν ὅρον ἥκεν, λόγῳ μὲν μόνον ἐπιτήδεια τοῖς πολίταις φέροντα, ἔργῳ δὲ οὐδεὶς ἀκριβῶς ἤδει ὅ τι ἔνδον τῶν φορτηγῶν κεῖται· ὁ μὲν τῆς Οὐκραίνας πρόεδρος, φοβούμενος μὴ ὅπλα ἐνείη, οὐκ εἴασε τὰ φορτηγὰ εἰς τὴν χώραν εἰσιέναι, ταῦτα δὲ ἡμέρας τρεῖς μάτην παρὰ τῷ ὅρῳ ἔμενεν, τέλος δὲ τοῦ Ποῦτιν τοὺς ἐλαύνοντας προχωρεῖν κελεύσαντος τὰ φορτηγὰ διὰ τοῦ ὅρου διέβη, καίπερ ἐξουσίαν οὐ λαβόντα. κατὰ τὴν τῆς Οὐκραίνας ἀρχὴν ταῦτα τὰ φορτηγὰ πολεμικὴν βοήθειαν τοῖς στρατιώταις εἰσφέρει οἳ ἐν τῇ Οὐκραίνᾳ αὐτῇ ὑπὲρ τῆς Ῥωσσίας μάχονται, λέγεται γὰρ ὅτι ὁ Ποῦτιν παντοδαπὰ ὅπλα τοῖς τῇ Ῥωσσίᾳ ἐπικουροῦσι συνεχῶς παρέχει.
τήμερον δὲ ἡ τῆς Γερμανίας πρόεδρος Α. Μέρκηλ εἰς τὸ Κίεβ ἀφίκετο ἅμα μὲν ὡς συνθήκην ἐπιθεῖναι πειρήσουσα, ἅμα δὲ τῷ Ποῦτιν ἐπιδεῖξαι βουλομένη τὴν Γερμανίαν τῇ Οὐκραίνᾳ ἐπικουροῦσαν· τῇ δὲ Οὐκραίνᾳ ἐπικουρεῖ καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις, ὅμως δὲ οὐκ οἶδεν ὅ τι ποιεῖν, οὐδὲς γὰρ τολμᾷ τῇ Ῥωσσίᾳ μάχεσθαι.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις