Εἴκοσι γυναῖκες νεωστὶ βίᾳ ἀπήχθησαν ἐγγὺς τῆς πόλεως Σίβοκ, ἐν τῷ αὐτῷ τόπῳ οὗ τῷ μηνὶ Ἀπριλίῳ οἱ τοῦ Βόκο Ἅραμ ἄνθρωποι διακοσίας κόρας ἀπήγαγον. οἱ πολῖται οἳ ἐκεῖ ἔτυχον ὄντες εἶπον τοῖς τῆς BBC δημοσιογράφοις ἐρωτῶσι ὅτι ἄνθρωποί τινες στρατιώταις μὲν
περὶ μὲν τοῦ δυστυχήματος ἀκούσαντες καὶ οὐκ εἰδότες τί δέοι ποιεῖν, οἱ ἐν τέλει εἶπον ὅτι τὰς γυναῖκας ὡς τάχιστα ζητήσοιεν, ὁ δὲ τοῦ στρατεύματος φερέφωνος διαβεβαιοῦται ὅτι οὐδεὶς περὶ τούτου ἴσασιν· πολλὰς δὴ μέμψεις δέχεται τό τῆς Νιγερίας στράτευμα ἐξ οὗ ἐκεῖναι αἱ διακόσιαι κόραι ἀπήχθησαν ἅτε οὐχ οἷόν τ‘ ὂν τοῖς πολίταις πρὸς τὸ Βόκο Ἅραμ ἀμύνειν.
πολλαὶ μὲν χῶραι ὠφελίαν τῇ Νιγερίᾳ παρεσχήκασιν ἵνα τὰς διακοσίας κόρας ὑπὸ τοῦ Βόκο Ἅραμ ἀπαχθείσας εὑρῶσιν, τῷ δὲ μηνὶ Μαίῳ ὁ τούτου τοῦ δήμου ἄρχων, ὁ Κασὶμ Σιεττίμα, εἶπεν ὅτι εἰδείη μὲν ὅπου αἱ κόραι εἶεν, ὅμως δὲ οὐ βούλοιτο τῷ στρατεύματι χρῆσθαι τῇ ἐλευθερώσει.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις