Οἰκτρὸν δυστύχημα ἐγένετο νεωστὶ ἐν τῇ Τουρκίᾳ, ἐκρήξεως γὰρ ἐν ἄνθρακος μετάλλῳ γενομένης (ἐγγὺς τῆς πόλεως Σόμα, ἐν τῷ δήμῳ Μαγνησίᾳ) πλείονες ἢ τριακόσιοι μεταλλεῖς
ἀπέθανον. ἐν ᾧ ἡ ἔκρηξις ἐγένετο, ὀκτακόσιοι μεταλλεῖς ἔνδον τοῦ μετάλλου ἔτυχον ὄντες, καὶ πολλοῖς μὲν ἐξῆν ἐκ τοῦ ὀρύγματος ἐξελθεῖν, ἄλλοι δὲ οὐκ ἐδύναντο. οἱ πλεῖστοι τῶν ἔνδον κεκλεισμένων ἀπέθανον, ἀλλὰ οὐδεὶς σαφῶς οἶδε πότερον ἔτι καὶ νῦν ἔνιοι τούτων ζῶσιν ἢ οὔ.
ὁ πρωθυπουργὸς Ἐρδογᾶν πρὸς τὴν πόλιν Σόμα προσελθὼν τὸν τοῦ δυστυχήματος τόπον ἐπισκοπεῖν ἐπειράσατο, ὅμως δὲ οἱ μὲν ταύτης τῆς πόλεως πολῖται ἐπὶ ταῖς ἀγυιαῖς τῷ Ἐρδογᾶν ἐνίσταντο, ἡ δὲ ἔνστασις τοσοῦτο ηὔξησε περὶ αὐτοῦ ὥστε ἐδέησεν αὐτὸν εἰς καπηλεῖόν τι φυγεῖν καὶ ἐκεῖ μένειν ἕως οἱ φύλακες τοὺς ἐνισταμένους διασπείροιεν· οἱ μὲν φύλακες οἳ τὸν πρωθυπουργὸν ἐφύλαττον τοῖς ἐνισταμένοις βίᾳ ἐπέθοντο (ἐν τῇ φωτογραφίᾳ ἔξεστιν ἰδεῖν φύλακα πολίτην λακτίζοντα), τῆς δὲ περὶ τούτων φήμης ταχέως διελθούσης ἐνστάσεις ἄλλαι ἐν ἄλλαις πόλεσιν ἐγένοντο· λέγεται καὶ ὅτι ὁ Ἐρδογᾶν αὐτὸς ἐν ἐκείνῳ τῷ καπηλείῳ πολίτην ἔπληξεν, νεανίαν τινά.
οἱ μεταλλεῖς ἐνίστανται τῶν περιστατικῶν ἕνεκα ἐν οἷς δεῖ αὐτοὺς ἐργάζεσθαι, τὸ γὰρ μεταλλεύειν ἐν τῇ Τουρκίᾳ πολλῷ ἐπικινδυνώτερόν ἐστιν ἢ ἐν ἄλλαις χώραις.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις