Ὁ μὲν τῆς Γαλατίας Πρόεδρος, Φρανσουὰ Ὁλλάνδ, τὸν Μανουὲλ Βάλλς νέον Πρωθυπουργὸν τῆς Γαλατίας χθὲς κατέστησεν, οὕτω δὲ ὁ Μ. Β., Πρωθυπουργὸς καταστάς, τῷ Ζὰν-Μὰρκ Αἰρὼ διαδέξεται. ἡ δὲ αἰτία ταύτης τῆς αἰφνιδίου μεταβολῆς ἥδε ἐστίν· ἀρχαιρεσιῶν γενομένων ἐν αἷς ἔδει τοὺς πολίτας αἱρεῖσθαι τοὺς τῶν πόλεων ἄρξοντας, τὸ Σοσιαλιστικὸν κόμμα ἐν πλείοσιν ἑκατὸν
ὁ Ὁλλάνδ, τὰ νέα περὶ τῆς ἀπροσδοκήτου ἥττης δεξάμενος, διὰ τῆς τηλεοράσεως εἶπεν ὅτι τὸ ἄγγελμα ὑπὸ τῶν πολιτῶν πεμφθὲν συνείη, οὐ γὰρ μόνον πολλοὶ πολῖται οἳ τὸ πρότερον αὐτῷ ἐψηφίζοντο νῦν οὐκέτι ἐπικουροῦσιν ἀλλὰ καὶ πολλοὶ ἄλλοι οὐδὲ οὐδενὶ ἄλλῳ ἐψηφίσαντο ἅτε πᾶσι τοῖς πολιτικοῖς δυσαρεστοῦντες.
ὁ νέος Πρωθυπουργὸς ἐν τῇ Βαρκελόνῃ ἐγένετο, καίπερ ἀεὶ ἐν τῇ Γαλατίᾳ ᾠκηκώς, ἤδη δὲ ἑπτακαίδεκα ἔτη γεγονὼς τῷ Σοσιαλιστικῷ Κόμματι συνειργάζετο.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις