Κράτους γενομένης, ὁ Πρωθυπουργὸς Δαβὶδ Κάμερον ἐξουσίαν τὴν Βρεταννικὴν Βουλὴν ᾔτησεν ἵνα αὕτη ἡ χώρα συμπράττοι, χθὲς δὲ τοῦτο ἐδέξατο.
ὅμως δὲ τοῦτο κτᾶσθαι οὐ ῥᾴδιον ἐγένετο αὐτῷ, αἱ μὲν γὰρ ἀντιλογίαι ἐν τῇ βουλῇ ἰσχυρώταται ἐγένοντο, τέλος δὲ οὐ μόνον τὸ Συντηρητικὸν Κόμμα ὑπὲρ τῆς πολεμικῆς πράξεως ἐψηφίσατο ἀλλὰ καὶ ἑβδομήκοντα τῶν τοῦ Ἐργατικοῦ Κόμματος.
τὰ Βρεταννικὰ πολεμικὰ ἀεροσκάφη χρῆται τῷ Ἀκρωτήρι, ἐν τῇ Κύπρῳ, ὡς ἀφορμῇ.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις