μαχητικὰς θέσεις δέχεσθαι. οἵ μέν τε τοῦ ξηρᾶς στρατοῦ ἄρχοντες καὶ οἱ τοῦ ἀεροπορικοῦ στρατοῦ ἀπεκρίναντο ὅτι ἡδέως τοῦτο ποιήσοιντο, οἱ δὲ τοῦ ναυτικοῦ τὸ κέλευσμα χαλεπῶς δεξάμενοι ἐνέστησαν· ὅμως δὲ εἶπεν ὁ Κάρτηρ ὅτι οὐ μὲν ἐξείη αὐτοῖς τὸ ναυτικὸν ἐξαίρετον ποιεῖν, δέοι δὲ τοὺς τρεῖς στρατοὺς ὁμοίως προσφέρεσθαι.
τούτων οὕτως ἐχόντων, ἴσως τὸ ἐνδοξότατον κινηματογραφικὸν ἔργον "G. I. Jane" ἀληθὲς γενήσεται. ὁπόσαι γυναῖκες ἐν τῷ στρατῷ εἰσιν ἐξαρτᾶται ἀπὸ τῆς χώρας, παραδείγματος ἕνεκα ἐν μὲν ταῖς ΗΑΠ αὐταῖς μόνον δέκα τοῖς ἑκατὸν γυναῖκές εἰσιν, ἐν δὲ τῷ Ἰσραῆλ τρεῖς και τριάκοντα.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις