ἐκεῖσε προσέβαινον... ἀλλὰ τὸ ὀψοπώλιον μόνον τρεῖς ἡμέρας ἀνεῳγμένον κατέμενεν, οἱ γὰρ φύλακες χθὲς τὸ ὀψοπώλιον κατέκλεισαν τῇ τρίτῃ ἡμέρᾳ ἐξ οὗ ἀνεῴχθη· ἡ αἰτία (ἴσως ἡ πρόφασις) ἥδε ἐστί, ὅτι τὸ κατάστημα ἐξουσίαν οὐκ ἔχοι. ὅμως δὲ νῦν ἴσμεν τοῦτο τὸ ὀψοπώλιον οὐ μὲν ἐξαρτώμενον ἐκ τῆς ἀληθοῦς ἐπιχειρέσεως KFC, μίμημα δὲ ὄν.
λέγεται δὲ καὶ ὅτι ἡ ἀληθὴς αἰτία τυγχάνει πολιτικὴ οὖσα, οἱ γὰρ τοῦ Ἰρᾶν ἄρχοντες, πολιτικῶν αἰτιῶν ἕνεκα, οὐκ ἐθέλουσι ταῦτα τὰ Ἀμερικανὰ σύμβολα ἐν τῇ χώρᾳ ἰδεῖν· νεωστὶ δή, παραδείγματος ἕνεκα, ὁ τῆς Ἐργασίας Ὑπουργὸς Mahmoud Shokri εἶπεν ὅτι ἅτινα ἑστιατόρια Ἀμερικανὸν ὄνομα ἂν ἔχῃ εὐθὺς κλεισθήσεται.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις