καταδικασθέντας ἐκεῖσε πέμψοιεν). ἴσως τοῦτο οὐ τοιοῦτό ἐστι ὥστε ἄγγελμα περὶ τῆς οἰκουμένης ἀγγελεῖν, ἀλλὰ τοῦτο μόνον ἥμισυ τῆς τῶν ἐν τέλει διανοίας ἐστίν· τὸ ἄλλο ἥμισυ τόδε ἐστίν, τὴν νῆσον κροκοδείλοις κυκλοῦσθαι.
οἱ ἄρχοντες ἴσασι τοὺς φαρμακοκαπήλους, ἅτε πολλὰ χρήματα ἔχοντας, ἐν τοῖς δεσμωτηρίοις τοὺς φύλακας ἀργυρίῳ συνεχῶς ἀναπείθοντας τε καὶ διαφθείροντας ἵνα ἐῶσιν αὐτοὺς ἐκφυγεῖν, ἀλλὰ χαλεπώτατον ἐστι κροκόδειλον ἀναπείθειν.
ἐν τῇ Ἰνδονησίᾳ οἱ νόμοι οἱ ἐπὶ τοὺς φαρμακοκαπήλους κατατεθειμένοι αὐστηρότατοί εἰσίν, παραδείγματος ἕνεκα τῷ μηνὶ Ἀπριλίῳ ὀκτὼ ἄνθρωποι φαρμακοκαπηλείας ἕνεκα καταδικασθέντες ἐθανατώθησαν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις