οὐ γενήσεται, ὁ γὰρ ἀριθμὸς τῶν Ῥωσσικῶν τουριστῶν οἳ τυγχάνουσι νῦν ἐκεῖ ὄντες περὶ 80,000 ἐστίν, οὕτω ἔνδοξος παρὰ τοῖς Ῥωσσικοῖς πολίταις γεγένηται ὁ τόπος πρὸς τήν τε ἀνάπαυλαν καὶ σχολήν.
ἡ μὲν τῆς Ῥωσσίας ἀρχὴ τετταράκοντα κενὰ ἀεροσκάφη ἔπεμψεν ἵνα τῆς ἀναχωρήσεως ἄρχηται, τὰ δὲ τὸ πόρευμα ποιήσεται ἕως ἂν πάντες οἱ Ῥωσσικοὶ πολῖται τὸν τόπον καταλίπωσιν, ἀλλὰ οἱ ἐπιβάται σχετλιάζουσιν ὅτι, οὐκ ἐξὸν τὸ νῦν συμφέρειν πλεῖον ἢ πήραν κατ' ἄνθρωπον, δεήσει αὐτοὺς πάντα τὰ σκεύη ἐκεῖ καταλιπεῖν, ἃ ἔπειτα, τῆς ἀναχωρήσεως τελευτησάσης, πρὸς τὴν Ῥωσσίαν ἐνεχθέντα αὐτοῖς δοθήσεται.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις