αὐτοῦ ἀφαιρεῖν, ἀλλὰ οἱ Παλαιστῖνοι τοῦτο παντελῶς ἠρνήθησαν καὶ εἶπον ὅτι ὁ στρατιώτης τῆς ἁμίλλης ἄρξαιτο. ὁστισοῦν αἴτιος ᾖ ἄν, ἐκ τούτου ἡ ἅμιλλα ηὐξήθη.
αἱ πλεῖσται τῶν συμβολῶν, ἐν αἷς ἤδη πολλοὶ ἄνθρωποι ἀπέθανον, γίγνονται ἐν τῇ Ἰερουσαλὴμ καὶ τῇ Ἑβρώνι καὶ τῇ Δυτικῇ Ὄχθῃ, καὶ εἰ ἐν ἄλλοις τῆς χώρας μέρεσι τὸ αὐτὸ ἰδεῖν δυνάμεθα· παραδείγματος ἕνεκα, χθὲς τῇ Κυριακῇ ἐν τῇ πόλει Βεραβῇ ἀνήρ τις Παλαιστίνος ἐνίοις ἀνθρώποις ἀλόγως ἐπέθετο, ἔπειτα δὲ ὁ ἀνὴρ ὑπὸ τῶν φυλάκων ἀπέθανεν.
ἡ πόλις Ἱερουσαλὴμ σχεδὸν σχιστή ἐστίν, οἱ γὰρ φύλακες φράγματα τεθήκασιν τοὺς μουσουλμάνους δήμους καὶ τοὺς ἰουδαίους δήμους σχίζοντα, χαλεπόν δέ ἐστιν διὰ τῆς πόλεως ἐκ δήμου τινὸς εἰς ἄλλον δῆμον πορεύεσθαι.
http://www.akwn.net/
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις