ἐπικουρίαν τῇ γεωργίᾳ αἰτεῖν, ἄλλην τε καὶ οἰκονομικήν, ἵνα τοῖς ἄλλοις Εὐρωπαίοις γεωργοῖς ἐπ' ἴσης κατὰ τὰ τιμήματα ἐν τῇ ἀγορᾷ ἁμιλλᾶσθαι δύνωνται.
οὐδένα δὲ λανθάνει ἡ ἐκδήλωσις πολλοὺς πολίτας ἀναγκάσουσα τὸ αὐτοκίνητον οἴκοι καταλιπεῖν, τοσούτων γὰρ ἐκδηλωτῶν τὸ κέντρον κατεχόντων χαλεπὸν ἔσται διὰ τῆς πόλεως πορεύεσθαι πλὴν τῶν πεζῶν. ἄλλα δὲ ὅμοια προβλήματα ἐγένετο καὶ τῷ μηνὶ Ἰουλίῳ, τῶν γὰρ γεωργῶν τὰς εἰς τὸν Μον-Σαιν-Μισὲλ εἰσόδους, ὃς ἐνδοξότατος τουριστικὸς τόπος τυγχάνει ὤν, πολλὰς ἡμέρας φραξάντων οὐκ ἐξῆν ἀφίκεσθαι.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις