skip to main
skip to sidebar
Τοῦ Ἰσλαμικοῦ Κράτους τῷ μηνὶ Μαΐῳ τὴν ἀρχαίαν πόλιν
Παλμύραν βίᾳ καταλαβόντος, πάντες ἐφοβοῦντο μὴ οὗτοι οἱ τρομοκράται τὴν
ἔνδοξον πόλιν διαφθείροιεν, νῦν δὲ ἤδη ἐγένετο ὃ πάντες ἐφοβούμεθα μὴ
γένοιτο· πρῶτον μὲν τὸν Jaled al Asad, ἔνδοξον πρωταρχαιολόγον τῆς
Παλμύρας, ἀπέκτειναν ἅτε οὐ βουλόμενον αὐτοῖς εἰπεῖν
ὅπου πολλὰ ἀγάλματα
κρύψαιεν ἃ οἱ ἀρχαιολόγοι ἐκ τῆς πόλεως ἐξέλαβον πρὶν τὸ ΙΚ ἐκεῖσε
ἀφίκεσθαι, νῦν δὲ ἐκρηκτικοῖς χρώμενοι τὸν βέλτιστον τῆς πόλεως νεών,
τὸν τοῦ Βαᾶλ, διεφθάρκασιν.
πρὶν τὸν πόλεμον τῷ 2011ῳ ἔτει ἄρχεσθαι, κατ' ἐνιαυτὸν 150.000 τουρισταὶ ἥκοντο εἰς τὴν Παλμύραν ἵνα τὴν πόλιν θαυμάζοιεν.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις