ἀπέθανον (46,000 μὲν Γαλάται, 24,000 δὲ τῶν συμμάχων). ἐκείνης τῆς μάχης γενομένης, ἤρξατο ἡ Βρετανικὴ ἀρχὴ ἐν τῇ Εὐρώπῃ.
οὗτος ὁ τόπος ἐν τῷ Βελγίῳ κεῖται, τὸν δὲ βουλόμενον αὐτὸν σκοπεῖν δεῖ πρὸς τὰς Βρυξέλλας προσελθεῖν, τὸ γὰρ Βατερλὼ τυγχάνει ἀπέχον μόνον τριάκοντα χιλιομέτρα τῆς πόλεως· ἐκεῖσε μὲν πολλοὶ τῶν Εὐρωπαίων ἀρχόντων συνῆλθον χθὲς ἵνα ἀναμιμνήσκοιντο περὶ ἐκείνης τῆς ἐνδόξου μάχης, παρῆν δὲ καὶ ὁ Ἰωάννης-Χριστοφόρος Ναπολέων Βοναπάρτης, ἀπόγονος ὢν τοῦ στρατηγοῦ.
ὁ μὲν τοῦ Βελγίου πρωθυπουργός, ὁ Κάρολος Μιχαήλ, εἶπεν ὅτι “τήμερον, καίπερ περὶ μάχης τινὸς διαλεγόμενοι, τιμῶμεν τῷ ὄντι τὴν διαλλαγήν,“ ἡ δὲ τοῦ Βατερλὼ ἄρχουσα, ἡ Φλορένση Ῥεύτηρ, εἶπεν ὅτι ὑπολαμβάνοι 12,000 ἀνθρώπους εἰς τοῦτον τὸν τόπον ἀφίξεσθαι τοῦ τέλους τῆς ἑβδομάδος τοῦ τὸν τόπον σκοπεῖν ἕνεκα.
τί ἐγένετο ἂν ἐν τῇ Εὐρώπῃ εἰ ὁ Ναπολέων ἐνίκησεν; τοῦτό ἐστι τὸ μέγα ἐρώτημα ὃ οὐδεὶς οὐδέποτε ἀποκρίνεσθαι δυνήσεται.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις