ἀναβαίνουσιν), ἀναβάντες δὲ καὶ ἔτι ἐν τῷ ἄκρῳ ὄντες ἀλλήλους προὐκαλέσαντο πρὶν καταβῆναι εἰς τό τε γυμνοῦσθαι καὶ φωτογραφίας ποιεῖν ἑαυτῶν γυμνῶν ὄντων, καὶ εἰ ψῦχος ἦν· τοῦτο δὲ ἐποίησαν δέκα τῶν τουριστῶν, καίπερ τῶν ἡγεμόνων τοῦτο μεμφομένων, τοῖς γὰρ ἐπιχωρίοις τοῦτο τὸ ὄρος ἱερόν ἐστιν.
ἔπειτα δέ, τῶν φωτογραφιῶν ἐν τῷ διαδικτύῳ φανεισῶν, οἱ μὲν φύλακες τέτταρας τῶν τουριστῶν εὑρόντες κατέλαβον (τοὺς μὲν ἄλλους ἓξ ἔτι καὶ νῦν ζητοῦσιν, οἱ δὲ ἴσως τοὺς φύλακας ἔφθησαν ἐκ τῆς χώρας ἐκφυγόντες), εἰς δὲ τὸ δεσμωτήριον ἐνεχθέντας ἔδει ἐκεῖ ἡμέρας τρεῖς μένειν ἕως χθὲς κατεγνώθησαν. ἅτε ἤδη τρεῖς ἡμέρας ἐκεῖ μείναντες, χθὲς τό τε τίμημα ἀποτείσαντες καὶ ὁμολογήσαντες ποιῆσαι ὃ οὐ θέμις ἐστὶν ἠλευθερώθησαν.
http://www.akwn.net/
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις