καὶ πέντε ἄνδρες, αὐτοῦ θάνατον κατεγνώκασιν· ὅμως δὲ ἐδέησεν αὐτοὺς πεντεκαίδεκα ὥρας ἀλλήλοις διαλέγεσθαι πρὶν ὁμολογῆσαι πότερον δέοι αὐτοῦ θάνατον καταγνῶναι ἢ ἐν τῷ δεσμωτηρίῳ εἰσαεὶ καταλιπεῖν.
Οἱ ὑπὲρ τοῦ Δ. Ζ. συνηγοροῦντες ὡμολόγουν μὲν ἀεὶ περὶ τοῦ αὐτὸν αἴτιον εἶναι, τοῦτο οὐδέποτε ἠρνήθησαν, ὅμως δὲ τὸν φεύγοντα σῶσαι πειρώμενοι ἔλεγον ὅτι ὁ μὲν ἀδελφὸς αὐτοῦ, Ταμερλὰν τῷ ὀνόματι, αὐτὸν πείσειεν ὡς νεανίαν ὄντα (ὁ ἀδελφὸς ἀπέθανε τῇ δευτέρᾳ ἡμέρᾳ μετὰ τὴν ἐπιβολὴν ἀπὸ τῶν φυλάκων φεύγων), διὰ δὲ τοῦτο οὐ δέοι αὐτοῦ θάνατον καταγνῶναι. κατὰ μὲν τοὺς συνηγοροῦντας ὁ Δ. Ζ. οὐκ ᾔδει ὅ τι ποιοίη, κατὰ δὲ τοὺς διώκοντας ἀκριβῶς ᾔδει, ἐν δὲ τῇ δίκῃ τεκμήριον ἔδειξαν, ἔμνησαν γὰρ ὅ τι ὁ Δ. Ζ. γράψειεν ἐν τῇ νηὶ οὗ ἔκρυψε πρὶν ὑπὸ τῶν φυλάκων ληφθῆναι· “οὐκ ἀρέσκει μοι ἀνθρώπους αποκτείνειν, ἀλλὰ ἐν τῷ τοιούτῳ θεμιτόν ἐστιν.“
κατὰ τὸν τῶν δικαστῶν φερέφωνον, ὁ φεύγων ἀτρεμνὴς τὴν δίκην θανάτου ἤκουσεν.
http://www.akwn.net/
2 Σχόλια:
Τί σημαίνει "ατρεμνής";
Εις την γαλλικήν αποδίδεται ως : sans sourciller (χωρίς να κινηθούν τα βλέφαρά του), σε ελεύθερη μετάφραση : απαθής.
Φ.
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις