δεῖν, πρὶν δὲ τοῦτο ποιεῖν ᾔτησε καὶ τῷ Πάπᾳ Φραγκίσκῳ διαλέγεσθαι, ἀλλὰ κατὰ τὸν τοῦ Πάπου φερέφωνον τὸν Φεδερίκον Λομβάρδι αὕτη ἡ σύνοδος ὡς τὸ εἰκὸς οὐ γενήσεται. περὶ δὲ τῆς πρὸς τὸν τοῦ Πάπου τάφον πορείας, τόδε λέγειν δυνάμεθα· εἰς μὲν τὸν τοῦ Ἰωάννου Παύλου Β' τάφον ἀφίκεσθαι οὐκ ἔτυχε ῥᾴδιον ὄν, οἱ γὰρ Πάπαι ἐν τοῖς ὑπὸ τοῦ Βατικάνου σπηλαίοις τεθαμμένοι εἰσὶ καὶ οὐκ ἐξὸν τοῖς τουρίσταις ἐκεῖσε εἰσιέναι δεῖ τοῦτον ὅστις ἂν εἰσιέναι βούληται ἐξουσίαν χρῆσθαι, τέλος δὲ τῷ Α. Α. τὴν ἀναγκαίαν ἐξουσίαν δεξαμένῳ εἰσιέναι ἐξῆν ὅποι τοῖς πλείστοις τῶν θνητῶν οὐκ ἔξεστιν.
τὸν μὲν Πάπαν ἀποκτεῖναι πειράσας, ὁ Α. Α. ἔτη ἔνια ἐν τῷ δεσμωτηρίῳ ἔκειτο (λόγῳ μὲν εἰς ἀεὶ κατεδικάσθη, ἔργῳ δὲ ἐννεακαίδεκα ἔτη ἔκειτο), ἐν τῇ Ῥώμῃ, ἕως ἐλευθερωθεὶς πρὸς τὴν Τουρκίαν ἐπανῆλθεν, οὗ αὔθις ἐν τῷ δεσμωτηρίῳ ἔκειτο ἄλλα ἀδικήματα ἀδικήσας, αὐτῷ δὲ ἐν τῷ δεσμωτηρίῳ κειμένῳ (ἐν τῇ Ῥώμῃ) ὁ Πάπας ὃν ἀποκτεῖναι ἐπειράσατο διελέξατο (ὁ Πάπας οὐδέποτε εἶπε περὶ οὗτινος διαλέξαιντο).
χθὲς δὲ δεινὴ δυστύχημα ἐγένετο, ἀεροσκάφος γὰρ τῆς Μαλασίας ἀεροπορικῆς ἑταιρείας Air Asia ἠφανίσθη· ὅτε τὸ ἀεροσκάφος ἐτύγχανεν ἀπὸ τῆς Ἰάβης πρὸς τὴν ΣΙγγαπούρην πετόμενον, ὁ κυβερνήτης διὰ τῆς ῥαδιοφωνίας εἶπεν ὅτι βούλοιτο χειμῶνα τινὰ διαφεύγειν διὰ οὗ, κατὰ τὸ πρόγραμμα, διαπέτεσθαι δέοι· τοῦ δὲ κυβερνήτου τοῦτο εἰπόντος, οὐ διὰ πολλοῦ τὸ ἀεροσκάφος ἀπὸ τοῦ Ῥαδὰρ ἠφανίσθη. ἑκατὸν μὲν καὶ ἑξήκοντα καὶ δύο ἄνθρωποι ἐν τῷ ἀεροσκάφει ἐνῆσαν, οἱ δὲ πλεῖστοι αὐτῶν Ἰνδονήσιοι ἦσαν. πάντες μὲν ὁμολογοῦσιν ὅτι τὸ ἀεροσκάφος εἰς τὴν θάλατταν κατέπεσεν, τὴν δὲ αἰτίαν οὐκέτι γιγνώσκομεν (ἴσως δὲ οὐδέποτε γνωσόμεθα). τοῦ περὶ τῆς δυστυχίας ἀγγέλματος διασπαρθέντος, νῆές τε καὶ ἀεροσκάφη τῆς Σιγγαπούρης καὶ τῆς Ἰνδονησίας καὶ τῆς Μαλασίας καὶ τῆς Αὐστραλίας ταχέως ἤρχοντο τὸ ἀφανισθὲν ἀεροσκάφος ζητεῖν, ἀλλὰ οὐκέτι οὐδὲν ηὑρήκασιν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις