Ὁ τῆς Ταϊλανδίας στρατός, ἤδη τὴν τρίτην ἡμέραν τὸν πολεμικὸν νόμον ἐν πάσῃ τῇ χώρᾳ ἐπιθείς, νῦν παντελῶς τὴν τῆς χώρας ἀρχὴν βίᾳ κατέλαβεν. ὀκτὼ μῆνας πολλῶν πολιτῶν ἐν ταῖς ἁγυιαῖς τοῖς ἐν τέλει ἀνθισταμένων, τήμερον ὁ στρατηγὸς Πραιοῦτ Σιὰν-Ὄσια ἐξαίφνης (καίπερ ἀληθῶς πολλῶν ἤδη εἰδότων τοῦτο γενεσόμενον) τοῖς πολίταις τῇ
τηλεοράσει ἤγγειλεν ὅτι ὁ στρατὸς τὴν ἀρχὴν καταλάβοι, πᾶσι δὲ τοῖς πολίταις ἐκέλευσεν ἡσυχάζειν μέν, ἐν δὲ ταῖς οἰκίαις φοβηθεῖσι μὴ μένειν ἀλλὰ ἐπὶ τῇ ἑαυτῶν διαίτῃ μένειν.
πρῶτον μὲν οἵ τε ἄρχοντες καὶ οἱ ἀνθιστάμενοι εἰς σύνοδον συνελθόντες ἐπείρασαν ἁρμονίαν ἁρμόττειν, τούτου δὲ οὐ συμβάντος ἔδοξε τῷ στρατῷ ἑαυτὸν παρενείρειν. νῦν μὲν τοῦ θέρους οὐ διὰ πολλοῦ ἀρξομένου πολλοὶ τουρισταὶ εἰς ταύτην τὴν χώραν ἀφίξεσθαι μέλλουσιν, τοῦτο δὲ πολλὰ χρήματα τῇ χώρᾳ (ἣ τῷ ὄντι τυγχάνει ἐν οἰκονομικῇ κρίσει οὖσα) παρέχει, δεήσει οὖν τοῖς νῦν ἐν τέλει λύσιν τινὰ ὡς τάχιστα εὑρεῖν ἐὰν μὴ βούλωνται ταύτην τὴν ξένων χρημάτων κρήνην ἀποβάλλειν.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις