Ἄνθρωπός τις, Οὐκρανιανὸς ὤν, ἀποτίθεσθαι ἐπείρασε τήμερον ἀεροσκάφος ἀπὸ τῆς Οὐκρανίας πετόμενον· ὅμως δὲ τὸ δυστύχημα ἐν τῷ τῆς Κωνσταντινοπόλεως ἀερολιμένι ἐτελεύτησεν, ὁ γὰρ ἄνθρωπος
τοῖς Τούρκοις στρατιώταις εἰς τὸν ἀερολιμένα ταχέως ἀφικομένοις ἑαυτὸν παρέδωκεν. ὁ λῃστὴς τὸ ἀεροσκάφος πρὸς τὴν Ῥωσσικὴν πόλιν Σώζι παρατρέπειν ἐβούλετο, οὗ τήμερον τὰ Ὀλύμπια τὰ Χειμέρια ἄρχονται.
τοῦ ἀεροσκάφους ἤδη πετομένου, ὁ λῃστής, ἄνθρωπος σαφῶς μεθυσκόμενος, ἐπείρασεν εἰς τὴν τοῦ κυβερνήτου καβίναν εἰσβῆναι, λέγων ὅτι δέοι ἑαυτὸν τὸ ἀεροσκάφος πρὸς τὸ Σώζι παρατρέπειν (τὸ ἀεροσκάφος ἐπέτετο ἐκ τῆς πόλεως Χάρκοβ, ἐν τῇ Οὐκρανίᾳ κειμένης, πρὸς τὴν Κωνσταντινόπολιν)· καὶ δὴ καί, τοὺς ἐπιβάτας ἐκπλήττειν πειρώμενος, εἶπεν ὅτι βόμβαν παρὰ ἑαυτῷ ἔχοι (τῷ ὄντι οὐδεμίαν βόμβαν εἶχεν).
οἱ μὲν ἐπιβάται, πρῶτον μὲν μάλιστα ἀποροῦντες, ἔπειτα δὲ θαρροῦντες, αὐτὸν ἔπεισαν τῇ πειρᾷ τέλος ἐπιθεῖναι, τὸ δὲ ἀεροσκάφος εἰς τὸν τῆς Κωνσταντινοπόλεως ἀερολιμένα ἀφίκετο οὐδὲν ἄλλο δυστύχημα παθόν· ἔπειτα δέ, μίαν ὥραν ἔνδον τοῦ ἀεροσκάφους μείνας, καὶ τοὺς ἄλλους ἐπιβάτας ἐκβῆναι οὐκ ἐῶν, ἑαυτὸν τοῖς στρατιώταις παρέδωκεν, οἱ δὲ τὸν λῃστὴν πρὸς στρατόπεδόν τι ἐξήνεγκον· τέλος δὲ τοῖς ἄλλοις ἑκατὸν καὶ δέκα ἐπιβάταις ἐξῆν ἐκ τοῦ ἀεροσκάφους ἐκβῆναι.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις