ΒΕΛΗ ΚΑΙ... ΒΕΛΑΚΙΑ

>>> Μην με παρεξηγήσετε >>> αλλά ο τρόπος παρουσίασης από τα ΜΜΕ >>> του πολέμου στην Ουκρανία και των επιπτώσεών του >>> θυμίζει τηλεοπτική εκπομπή, με τοποθέτηση προϊόντος >>> και το προϊόν είναι το αμερικανικό LNG >>> το "καλό", το ακριβό, το αμερικάνικο LNG....
__________________________________________________________________________________________________

Τετάρτη 22 Ιανουαρίου 2014

Ὁ Ἰαπωνικὸς λοχαγὸς ὃς τοῦ πολέμου τελευτήσαντος ἔτι ἐμάχετο ἀποθνῄσκει

Ὁ Ἱρόω Ὀνόδα τριάκοντα ἔτη ἐν τῇ ὕλῃ ᾤκησεν 
Ὁ Ἰαπωνικὸς λοχαγὸς Ἱρόω Ὀνόδα, ἐνενήκοντα καὶ ἓν ἔτη γεγονώς, ἀπέθανε χθὲς ἐν τῷ Τοκίῳ. Πάντες ταύτην τὴν ἱστορίαν ἤδη ἀκηκόαμεν· ὁ Ι. Ο., μόνον εἴκοσι καὶ δύο ἔτη γεγονὼς καὶ λοχαγὸς τοῦ Ἰαπωνικοῦ στρατεύματος ὤν, πρὸς τὴν τῶν Φιλιππίνων νῆσον Λοῦβαγγ τῷ ἔτει 1944 ἐπέμφθη, αὐτὸν δὲ ἐκέλευσαν ἐκεῖ μένειν ἕως νέα κελεύσματα δέξαιτο, τοῦτο δὲ οὕτως ἀκριβῶς ἐποίησεν ὥστε
τριάκοντα ἐτῶν ἐπιγενομένων ἔτι ἐκεῖ ἔμενεν· τοῦ μὲν Δευτέρου Παγκοσμίου Πολέμου τελευτήσαντος, ὁ λοχαγὸς περὶ τούτου οὐκ ἐπύθετο, αὐτῷ γὰρ ῥαριόφωνον οὐκ ἦν, ἐκεῖ δὲ ἐν τῇ νήσῳ ἔμενε νομίζων τὸν πόλεμον ἔτι διαμένειν. τοῦ πολέμου τελευτήσαντος, τὸ Ἰαπωνικὸν στράτευμα στρατιώτας ἐκεῖσε ἔπεμψεν ἵνα τὸν Ι. Ο. πάλιν πρὸς τὴν πατρίδα ἐνέγκοιεν, μάτην δέ, ὁ μὲν γὰρ Ι. Ο., νομίζων αὐτοὺς πολεμίους εἶναι, ἐκρύπτετο, τέλος δὲ πάντες ἐνόμισαν αὐτὸν ἀποθανεῖν.

ἐκεῖ μὲν καρπούς τε ἤσθιε καὶ ζῷα ἔνια ἃ ἐθέρευεν, οὐδεὶς δὲ οὐδέποτε ᾔδει αὐτὸν ἐκεῖ ὄντα, τοὺς γὰρ Φιλιππίνους φύλακας ἀεὶ ἔλαθεν ἐκεῖ ὤν. τέλος δὲ ποιμὴν τις αὐτὸν ἰδὼν περὶ τούτου πᾶσιν ἤγγειλεν, ἡ δὲ Ἰαπωνικὴ ἀρχὴ εὐθὺς αὐτὸν ἐκ τῆς ὕλης ἐξελθεῖν ἐκέλευσεν· ὅμως δὲ ὁ Ι. Ο. τοῦτο ποιεῖν οὐκ ἠθέλησεν ἕως ἄνθρωπός τις ὃς τῷ ἔτει 1944 στρατηγὸς τοῦ Ι. Ο. ἔτυχεν ὢν πρὸς τὴν νῆσον ἐλθὼν αὐτὸς τὸν Ι. Ο. ἐπανελθεῖν ἐκέλευσεν. πρὸς τὴν Ἰαπωνίαν ἐπανελθὼν πρῶτον μὲν ἐν τῇ Βραζιλίᾳ γεωργὸς γενόμενος πεντεκαίδεκα ἔτη ᾤκει, ἔπειτα δὲ αὖθις πρὸς τὴν Ἰαπωνίαν ἐπανῆλθεν, ἐκεῖ δὲ τοῖς νεανίαις ἐδίδασκε περὶ τῆς ἐν τῇ ὕλῃ διαίτης. 
http://www.akwn.net/

0 Σχόλια:

Δημοσίευση σχολίου

Σχόλια και παρατηρήσεις