πράγματος τινὸς γράφειν ἄρχονται ὃ εἰς τὸ νῦν πάντας λέληθεν, οὐδεὶς γὰρ τοῦτο ᾔσθετο· αἱ πλούσιαι τοῦ Περσικοῦ Κόλπου χῶραι οὐδένα τῶν ἀποφευγόντων εἰσδεδεγμέναι εἰσίν, καίπερ πλησιαιτέρω κείμεναι ἢ ἡ Εὐρώπη καὶ πλουσιώταται οὖσαι. ὁ ὀργανισμὸς Διεθνὴς Ἀμνηστία, τοῦτο νεωστὶ αἰσθόμενος, πειράσεται ταύτας τὰς χώρας (τό τε Ὀμὰν καὶ τὸ Κατὰρ καὶ τὸ Βαχρεῖν καὶ τὴν Σαυδικὴν Ἀραβίαν καὶ τὰ Ἡνωμένα Ἀραβικὰ Ἐμιράτα καὶ τὸ Κουβαῖτ) ἀναπείθειν ἐνίους τῶν ἀποφευγόντων εἰσδέχεσθαι.
akwn.net
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις