τῇ χώρᾳ), ὅμως δὲ τὸ συμβαῖνον πάντας ἀπροσδοκήτους κατέλαβεν, τὸ γὰρ ἡφαίστειον Shindake (τοῦτο γάρ ἐστι τὸ ὄνομα τούτῳ τῷ ἡφαιστείῳ) ἤδη τριακοστὸν καὶ τέταρτον ἔτος ἡσύχαζεν. τὸ ἡφαίστειον τοσοῦτον καπνὸν καὶ οὕτως ὑψηλὸν πρὸς τὸν οὐρανὸν ἀνέρριψεν (ἐννέα χιλιόμετρα τὸ ὑψηλόν) ὥστε ἐδέησεν ἀεροσκάφη τινὰ ἀπὸ τῆς ὁδοῦ παρατρέπειν.
ἔνιοι τῶν ἐν τῇ νήσῳ οἰκούντων εἶπον τῇ Ἰαπωνικῇ τηλεοράσει ὅτι ἐξαίφνης ἔκρηξιν μὲν ἀκούσαιεν, τὰ δὲ οἰκήματα σεισθεῖεν. τῆς ἐκρήξεως γενομένης, καίπερ ἐξὸν ἐκεῖ διαμένειν, οἱ ἄρχοντες εὐθὺς ἐκέλευσαν τοὺς ἐνοικοῦντας τὴν νῆσον καταλιπεῖν, κατὰ γὰρ τοὺς ἐμπείρους πλείονες ἐκρήξεις γενήσονται. οὐδεὶς ἄνθρωπος ἐβλάβη.
http://www.akwn.net/
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις