συντελεῖν· ὅμως δὲ ταύτην τὴν αἴτησιν δεξάμενος ὁ Κάμερον οὕτω σφόδρα ἀπεκρίνατο ὥστε οὐδένα τῶν ἀκουόντων ἔλαθεν ἐν νῷ ἔχων μὴ ἀποτίνειν. καὶ δὴ καὶ ἐν μὲν τῷ Η.Β. πολλοὶ πολῖται ἀπὸ τῆς Ε.Ε. ἀποστῆναι βούλονται (οἱ Εὐρωσκεπτικοὶ καλούμενοι), ὁ δὲ Κάμερον φοβεῖται μὴ ὁ ἀριθμὸς τῶν τούτῳ τῷ σκοπῷ ἐπικουρούντων αὐξάνηται.
ἐν δὲ τῇ Ὀττάβᾳ τῇ Τετάρτῃ ἡμέρᾳ ἄνθρωπός τις πρῶτον μὲν στρατιώτην ὃς παρὰ τῷ Τῶν Πολέμων Μνημείῳ ἐφύλαττεν ἀπέκτεινεν, ἔπειτα δὲ πρὸς τὴν Βουλήν (ἐγγὺς τοῦ μνημείου κεῖται) προσέδραμεν, οὗ πάντες οἱ βουλευταὶ τότε ἐν συνόδῳ ἐκάθηντο, ἐκεῖ δὲ πυροβολῶν ἤρξατο· οἱ μὲν τὸ οἴκημα φυλάττοντες εὐθὺς πρὸς αὐτὸν προσδραμόντες ἐκώλυσαν πρὸς τοὺς βουλευτὰς ἀφίκεσθαι, ὅμως δὲ τοῦτο οὐ ῥᾴδιον ἦν καὶ μάχη ἐν τῷ οἰκήματι ἐγένετο (λέγεται ὅτι περὶ τριάκοντα πυροβολισμοὶ ἐγένοντο)· τέλος δὲ ὁ τρομοκράτης ὑπὸ τῶν φυλάκων ἀπέθανεν. περὶ τούτου τοῦ δυστυχήματος πάντες οἱ τοῦ Καναδὰ πολῖται θαυμάζουσιν, ἐκεῖ γὰρ ὡς ἐπὶ τὸ πολὺ τοιαῦτα οὐ γίγνεται.
ἐν δὲ τῇ Οὐάσιγγτον ἄνθρωπός τις εἰς τὸν Λευκὸν Οἶκον εἰσιέναι ἐπείρασεν· τὸ αὐτὸ καὶ τῷ μηνὶ Σεπτεμβρίῳ ἐγένετο, διὰ δὲ τοῦτο πλείονες φύλακες περὶ τοῦ φραγμοῦ κατεστάθησαν, ὅμως δὲ τῇ Τετάρτῃ ἡμέρᾳ (τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἐν τῇ Ὀττάβα δυστυχήματος) ἄνθρωπός τις, ὑπὲρ τοῦ φραγμοῦ ὑπερβάς, τοὺς φύλακας ἔφθη πρὸς τὸν οἶκον τρέχων, ἔπειτα δὲ οὐ διὰ πολλοῦ ἄλλοι φύλακες αὐτὸν κατέλαβον.
0 Σχόλια:
Δημοσίευση σχολίου
Σχόλια και παρατηρήσεις